Ancient Greek
Ὁμιλία ια΄. Εἰς τὸ »δι᾿ ἐμὲ ἀφανισμῷ ἠφανίσθη Πᾶσα ἡ γῆ« καὶ εἰς τὸ »περίζωμα«.
Origen, In Jeremiam (Homiliae 1-11) 5.1-2
Not analysed yet
Μετὰ ταῦτα ἴδωμεν τὰ περὶ τοῦ περιζώματος. »Τάδε« γὰρ »λέγει κύριος· βάδιζε καὶ κτῆσαι σεαυτῷ περίζωμα λινοῦν, καὶ περίθου περὶ τὴν ὀσφύν σου, καὶ έν ὕδατι οὐ διελεύσῃ. καὶ ἐκτησάμην περίζωμα κατὰ τὸν λόγον κυρίου καὶ περιέθηκα περὶ τὴν ὀσφύν μου. καὶ ἐγενήθη λόγος κυρίου πρός με λέγων. λάβε τὸ περίζωμα τὸ περὶ τὴν ὁσφύν σου, καὶ ἀνάστηθι καὶ βάδισον ἐπὶ τὸν Εὐφράτην, καὶ κατάχρυψον αὐτὸ ἐκεῖ ἐν τῇ τρυμαλιᾷ τῆς πέτρας. «μετὰ ἡμέρας ἔρχεται ἐκεῖ, εὑρίσκει διασεσηπὸς τοῦτο τὸ περίζωμα. καὶ ἐπιφέρει ὁ κύριος διδοὺς ἀφορμὴν τῆς ἑρμηνείας τοῦ περιζώματος λέγων. »καθαπερ κολλᾶται τὸ περίζωμα πρὸς τὴν ὀσφὺν τοῦ ἀνθρώπου, οὕτως ἐκόλλησα πρὸς ἐμαυτὸν τὸν οἶκον τοῦ Ἰσραὴλ καὶ πάντα τὸν οἶκον Ἰούδα, φησὶν ὁ κύριος, τοῦ γενέσθαι μοι εἰς λαὸν ὀνομαστὸν καὶ εἰς καύχημα καὶ εἰς δόξαν, καὶ οὐκ εἰσήκουσάν μου«. οὐκοῦν ὁ προφήτης ἀντὶ τοῦ θεοῦ παραλαμβάνεται περιζωννὺς περὶ τὴν ὁσφὴν αὐτοῦ τὸ περίζωμα τὸ λινοῦν, ὡς ὁ θεὸς τὸν λαόν· ἐκόλλησα γὰρ πρὸς ἐμαυτόν< φησιν >τοῦτον τὸν λαόν, φησὶν οἱονεὶ περίζωμα ὁ λαὸς μίνεται τοῦ θεοῦ. Διὰ τί δὲ περίζωμα γίνεται τοῦ θεοῦ περὶ τὴν ὀσφὺν αὐτοῦ; ὁ δυνάμενος ἀναγινώσκων τὸν Ἰεξεκιὴλ καὶ ὁρῶν τὸν θεὸν τῷ λόγῳ οἱονεὶ σωματοποιούμενον, καὶ τίνα μὲν τρόπον αὐτοῦ πὰ ἀπὸ τῆς ὀσφύος κάτω <ἐστὶν πῦρ, >τὰ δὲ ἀπὸ τῆς ὀσφύος ἤλεκτρον, ἐρευνησάτω τὸν λόγον, διὰ τί τὸ κάτω τοῦ θεοῦ πῦρ ἐστιν. τὰ ἀπὸ ὀσφύος καὶ γενέσεως πράγματα, ταῦτα πῦρ ἐστιν. πάντα γὰρ τὰ ἐν γενέσει χρᾐξει τοῦ καθαρσίου τοῦ ἀπὸ τοῦ πυρός, τάντα τὰ ἐν γενέσει χρῄζει τῆς κολάσεως. τὰ δὲ ἀνωτέρω τῆς ὀσφύος καὶ ὑπερβεβηκότα τὴν γένεσιν, ταῦτά ἐστιν ὕλη ὡς ἐν καθαριωτάτη καὶ τιμιωτάτη· λέγεται γὰρ τὸ ἤλεκτρον χρυσοῦ εἶναι τιμαλφέστερον. ἐπεὶ οὖν παραδείγμασιν χρῆται ἡ γραφή, ἴνα διδάξῃ τοῦ θεοῦ τὸ σῶμα τὸ ἀνωτέρω εἶναι τιμιώτερον καὶ τὸ σῶμα τὸ κατωτέρω εἶναι ὑποδεέστερον, διὰ τοῦτο εἰσήγαγεν τὸν θεὸν ἐκ πυρὸς καὶ ἠλέκτρου συνεστηκότα. [καὶ καὶ ἔστιν σῶμα τοῦ θεοῦ †καὶ αὐτὸς] ἐν γενέσει πῦρ ἐστιν ἕκαστος ἡμῶν, οὐκ ἐσμὲν τὸ ἤλεκτρον, ἐὰν δὲ ἀναβαίνωμεν Ι καὶ προκόπτωμεν (δυνατὸν γὰρ μεταβῆναι ἀπὸ τοῦ σήμερον εἶναι ἐν τοῖς κατωτέρω, ὥστε γενέσθαι τοῦ θεοῦ σῶμα τὸ ἀνωτέρω), ἐσόμεθα διαβάντες τὸ πῦρ ἤλεκτρον τὸ περὶ τὸ σῶμα τοῦ θεοῦ τὸ ὑψηλότερον. 6. κολλᾷ οὖν περὶ τὴν ὀσφὺν αὐτοῦ τὸ περίζωμα τὸ λινοῦν. ἵνα τί; ἕνα δηλωθῇ ὅτι ὁ λαὸς οἱονεὶ σκέπη ἐστὶ τοῦ θεοῦ· πρὸς γὰρ τοὺς βουλομένους κατηγορεῖν τοῦ θεοῦ ἵσταται ὁ λαὸς καὶ ὡσπερεὶ ὑπερασπίζει αὐτοῦ καὶ οὐκ ἐᾷ τι ἄτοπον λέγεσθαι έν τοῖς περὶ τοῦ θεοῦ. ἐπὰν δὲ ἁμαρτήσωμεν, τὸ περίζωμα τοῦτο ὡς ἀποτίθεται ὁ προφήτης καὶ καταδικάζει αὐτὸ εἰς τὸν Εὐφράτην ποταμόν, ἵνα ἔκεῖ διαφθαρῇ, οὕτως ὁ ἀμαρτάνων ἀποβάλλεται ἀπὸ τῆς ὀσφύος τοῦ θεοῦ καὶ ἐκβληθεὶς ἐκβάλλεται εἰς τὸν Εὐφράτην ποταμόν, τὸν τῆς Μεσοποταμίας ποταμόν, ὅπου οἱ Ἀσσύριοι ἐχθροὶ τῷ Ἰσραήλ, ὅπου οἱ Βαβυλώνιοι, καὶ ἐκεῖ διαφθείρεται. ὄντων γὰρ τοσούτων ποταμῶν πέμπεται ὁ προφήτης ἀπὸ τῆς Ἰουδαίας εἰς τὸν Εὐφράτην ποταμὸν πραγματεύσασθαι καὶ ἀπαγαγεῖν περιζωμάτιον λινοῦν. Διὰ τί δὲ καὶ »λινοῦν«; ὅτι τὴν γένεσιν ἔχει ἀπὸ γῆς· φυτὸν γάρ ἐστιν ἀνατέλλον ἀπὸ γῆς, εἶτα μετὰ τὸ γεωργηθῆναι ξαινόμενον καὶ πλυνόμενον καὶ σμηχόμενον καὶ πολλῇ πολλῇ γινόμενον, ἵνα γένηται τοιοῦτον ὥστε γενέσθαι περίζωμα ἢ ὁτιδήποτε. καὶ ἡμεῖς οὐν πάντες τὴν γένεσιν ἔχομεν ὡς τὸ περίζωμα τοῦ θεοῦ, καὶ ἔχοντες τὴν γενεσιν ἀπὸ γῆς, πολλῆς κατασκευῆς χρᾐζομεν, ἴνα ξανθῶμεν, ἵνα πλυνθῶμεν, ἵνα τὸ χρῶμα τῆς γῆς ἀποβάλωμεν· ἄλλο γὰρ τὸ 255r τῆς γενέσεως τοῦ λινοῦ χρῶμα, ἄλλο τὸ ἀπὸ τῆς ἐργα\σίας. τὸ μὲν γὰρ τῆς γενέσεως τοῦ λινοῦ χρῶμα μελανώτερόν έστιν, ἀπὸ δὲ τῆς ἐργασίας γίνεται λαμπρότατον. τοιοῦτον τοιοῦτον οὑν τι καὶ ἐπὶ ἡμᾶς τοὺς ἐν γενέσει φθάνει. μέλανές ἐσμεν κατὰ τὴν ἐν τῷ πιστεύειν ἀρχήν, διὸ ἐν ἀρχῇ τοῦ Ἄισματος τῶν ᾀσμάτων. λέγεται· »μέλαινά εἰμι καὶ καλή«. καὶ Αἰθίοψιν ἡμεῖς κατ' ἀρχὰς τὴν ψυχὴν ἐοίκαμεν. εἶτα ἀποσμηχόμεθα, ἵνα λαμπρότεροι γενώμεθα κατὰ τὸ »τίς αὕτη ἡ ἀναβαίνουσα λελυκανθισμένη«; καὶ γινόμεθα »λινοῦν λαμπρὸν καὶ καθαρόν« εἶτα καὶ πλεκόμεθα ἐπὶ τὸ περίζωμα τοῦ θεοῦ, ὅταν ἄξιοι ὠμεν κολλᾶσθαι τῷ θεῷ. οὐκ ἀποτίθεται ἡμᾶς ὁ θεός. ἀπέθετο τὸν πρῶτον λαόν, »πάντα τὸν οἶκον Ἰούδα« καὶ »τὸν οἶκον Ἰσραήλ«. ἐγένετο εἰς τὸ μὴ χρησθῆναι ἔτι οὐκέτι γὰρ αὐτοὺς περιζώννυται. ἡμᾶς ἀντὶ ἐκείνων περιεζώσατο ὁ θεός· οὐ γὰρ ἀποβαλὼν τὸ περίζωμα ἔμεινε γυμνός, ἀλλὰ ἄλλο περίζωμα ἑαυτῷ ὕφανεν. τοῦτο τὸ περίζωμα ἡ ἐκκλησία ἐστὶν ἡ ἀπὸ τῶν ἐθνῶν· ἥτις ἵστω ὅτι >εἰ τῶν προτέρων οὐκ ἐφείσατο ὁ θεός, πόσῳ πλέον οὐδὲ αὐτῆς ἁμαρτανούσης φείσεται<, ἐὰν μὴ ᾖ ἀξία τῆς ὀσφύος τοῦ θεοῦ· »ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν« έν Χριστῷ Ἰησοῦ, ᾠ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.