# In Jeremiam (Homiliae 1-11) 6-5

Origen, In Jeremiam (Homiliae 1-11), Ὁμιλία ι΄. Εἰς τὸ »γνώρισόν μοι, κύριε, καὶ γνώσομαι« μέχρι τοῦ »συνάξατε Πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῦ καταφαγεῖν αὐτήν‘.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-1-11/6-5

»Ἕως πότε πενθήσει ἡ γῆ καὶ ὁ χόρτος τοῦ ἀγροῦ ξηρανθήσεται ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ«; ὡσπερεὶ ἐμψύχου τῆς γῆς καὶ ἐνταῦθα διαλέγεται ό προφήτης λέγων τὴν γῆν πενθεῖν διὰ τὴν κακίαν τῶν ἐπιβαινόντων ἐπ' αὐτήν. καθ' ἕκαστον οὗν ἡμῶν ἡ γῆ ἤτοι πενθεῖ ἢ εὐφραίνεται· ἢ γὰρ πενθεῖ »ἀπὸ κακίας τῶν ἐνοικούντων ἐν αὐτῇ« ἢ εὐφραίνεται ἀπὸ ἀρετῆς τῶν ἐνοικούντων έν αὐτῇ«. ἐφ' ἑκάστου οὖν ἡμῶν αὐτὸ τὸ στοιχεῖον ἢ εὐφραίνεται ἢ πενθεῖ. εἰ δὲ τάχα καὶ τάχα καὶ τὰ λοιπὰ στοιχεῖα. ὁμοίως ἐρῶ καὶ ὕδωρ καὶ ὁ ἐπὶ τοῦ ὕδατος τεταγμένος ἄγγελος, ἵνα διηγήσωμαι καὶ τὴν γῆν πενθοῦσαν ἢ μὴ πενθοῦσαν· οὐ γὰρ τοῦτο τὸ σῶμα, »ἡ γῆ«, πενθεῖ »ἀπὸ τῶν κατοικούντων έν αὐτῇ«, ἀλλὰ ἀλλὰ νόει μοι πρὸς τῇ διατάξει τοῦ παντὸς τεταγμένον τινὰ τινὰ ἐπὶ τῆς γῆς καὶ ἄλλον τεταγμένον ἐπὶ τῶν ὑδάτων καὶ ἄλλον ἐπὶ τοῦ ἀέρος καὶ τέταρτον ἐπὶ τοῦ πυρός. οὕτως ἀνάβα μοι τῷ λόγῳ ἐπὶ τὴν διάταξιν πᾶσαν τὴν έν ζώοις, τὴν έν τοῖς τὴν ἐν τοῖς οὐρανίοις ἄστροις. ἄγγελός τις τέτακται καὶ ἐπὶ τοῦ ἡλίου καὶ ἐπὶ τῆς σελήνης ἄλλος, ἄλλος ἐπὶ τῶν ἄστρων· οὑτοι δὴ οἱ ἄγγελοι, μεθ’ ὧν ἐσμεν ὅσον ἐσμὲν γῆς, ἤτοι εὐφραίνονται ἐὰν δικαιοπραγῶμεν, ἢ πενθοῦσιν ἐξ' ἡμῖν ὅταν ἁμαρτάνωμεν. πενθεῖ, φησίν, ἡ γῆ ἀπὸ τῶν κατοικούντων έν αὐτῇ. ὁμωνύμως εἶπεν τὸν ἄγγελον γῆν αὐτῇ τῇ γῇ. ὥσπερ γὰρ »τὸ χειροποίητον ἐπικατάρατον αὐτὸ καὶ ὁ ποιήσας αὐτό«, οὐχ ὅτι ἐπικατάρατον αὐτὸ τὸ ἄψυχον, ἀλλ' εἴρηται χειροποίητον τὸ προσκαθεζόμενον τῷ ἀψύχῳ ἀγάλματι καὶ χρηματίζον ἐκείνῳ τῷ ὀνόματι· οὕτως δὴ ἐρῶ καὶ γῆν λέγεσθαι τὸν τὸν γῆς τεταγμένον ἄγγελον, καὶ ὕδωρ λέγεσθαι τὸν ἐπὶ ὕδατος τεταγμένον ἄγγελον, καθ’ ὃ λέλεκται· »ἴδοσάν σε ὕδατα, ὁ θεός, ἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν, ἐταράχθησαν ἄβυσσοι πλήθους ἤχους ὑδάτων, φωνὴν ἕδωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται«.

---

Origenes, In Jeremiam (Homiliae 1-11), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg009.local001/.
