# In Jeremiam (Homiliae 1-11) 8-3

Origen, In Jeremiam (Homiliae 1-11), Ὁμιλία ι΄. Εἰς τὸ »γνώρισόν μοι, κύριε, καὶ γνώσομαι« μέχρι τοῦ »συνάξατε Πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῦ καταφαγεῖν αὐτήν‘.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-1-11/8-3

»Ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ«. αὕτη ἡ ἐπὶ γῆς κληρονομία αὐτοῦ ἣν κεκληρονόμηκεν ἀπεθηριώθη αὐτόν αὐτόν, καὶ γέγονεν ἡ κληρονομία Ἰουδαῖοι ἐξαγριωθέντες κατ' αὐτοῦ »ὡς λέων ἐν δρυμῷ«. οὐ θαυμαστὸν εἰ τότε ἐγένετο ἡ κληρονομία αὐτοῦ »ὡς λέων έν δρυμῷ«· νῦν ἔτι ἐν δρυμῷ λέοντές εἰσιν καταθεματίζειν θέλοντες τὸν Ἰησοῦν καὶ δυσφημοῦντες αὐτὸν καὶ ἐπιβουλεύοντες τοῖς πιστεύουσιν εἰς αὐτόν. »ἐγενήθη« οὐν »ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ. ἔδωκεν ἐπ᾿ ἐμὲ τὴν φωνήν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν. μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοί«; | προφητεύει περὶ τῆς κληρονομίας ταύτης· ἡ κληρονομία μήτι σπήλαιον ὑαίνης γέγονεν, σπήλαιον ὑαίνης, τῆς ἀγριωτάτης, τῆς νεκροβόρου, τῆς περὶ τὰ μνημεῖα, τῆς ἐσθιούσης τὰ θνησιμαῖα σώματα; »μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοί«; »Ἤ σπήλαιον ἐπ᾿ αὐτὴν κύκλῳ αὐτῆς; βαδίζετε«. ἐπεὶ τοιοῦτοι γεγόνασιν, κελεύω ὑμῖν τοῖς ἀγγέλοις, ἵνα βαδίσητε καὶ συναγάγητε τὰ θηρία καὶ παραδῶτε αὐτοὺς τοῖς θηρίοις. »βαδίζετε καὶ συναγάγετε πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῦ φαγεῖν αὐτήν«. ἐλήλυθεν »τὰ θηρία τοῦ ἀγροῦ«, διεσθίει τὸν λαὸν ἐκεῖνον. βλέπετε αὐτῶν τὰς καρδίας διεσθιομένας ὑπὸ τῶν δυνάμεων τῶν ἀντικειμένων. εἰ ἐκείνων ὀ Ἰησοῦς οὐκ ἐφείσατο ἀλλὰ εἶπεν· »βαδίζετε, συναγάγετε τὰ θηρία«, πόσῳ πλέον ἡμῶν οὐ φείσεται; ἐὰν μὴ ποιῶμεν τὸν νόμον τοῦ θεοῦ, τὸν λόγον τοῦ εὐαγγελίου, ἐρεῖ πάλιν· βαδίσατε, συναγάγετε τὰ θηρία καὶ παράδοτε αὐτήν. ἀλλ᾿ ἡμεῖς παρρησίαν ἔχομεν, ἵνα εἴπωμεν ἐν ταῖς εὐχαῖς· »μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι«. ἐξομολογησώμεθα περὶ τῶν παραπτωμάτων μετανοοῦντες, καὶ τοῖς θηρίοις οὐ παραδοθησόμεθα, ἀλλ’ ἀγγέλοις ἁγίοις τιθηνοῖς ἐσομένοις, ἐπὶ κόλπων βαστάζουσιν, μεταβιβάζουσιν ἡμᾶς ἀπὸ τοῦ αἰῶνος τούτου ἐπὶ τὸν μέλλοντα ἐν Χριστῷ Ἰησοῦ, ᾠ ἐστιν τὸ κράτος καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

---

Origenes, In Jeremiam (Homiliae 1-11), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg009.local001/.
