# In Jeremiam (Homiliae 12-20) 1-2

Origen, In Jeremiam (Homiliae 12-20), Ὁμιλία ιγ΄. Εἰς τὸ »τίς φείσεται ἐπὶ σοί, μέχρι τοῦ »ἠτεκνώθην«.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-12-20/1-2

Τὰ λεγόμενα πρὸς τὴν Ἱερουσαλὴμ μετὰ πολλῆς ἀπειλῆς νοῆσαι θέλομεν οὕτως ἔχοντα· »τίς φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ; ἢ τίς σκυθρωπάσει ἐπὶ σοί; ἢ τίς ἀνακάμψει ἐρωτῆσαι εἰς εἰρήνην σου; σὺ ἀπεστράφης με, λέγει κύριος. ὀπίσω πορεύσῃ, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ διαφθερῶ σε, καὶ οὐκέτι ἀνήσω σε. καὶ διασπερῶ αὐτοὺς ἐν σιασπορᾷ«. εἶτα »ἠτεκνώθην«. ἀπορία κατέσχε με, παράδειγμα λαμβάνω πολέμιόν τινα ἀποδειχθέντα τοῦ βασιλεύοντος ἐπὶ γῆς, ὅτι τῷ τοιούτῳ οὐδὲ μεταδιδόναι ἐλέου ἔξεστιν, ἕνα μὴ δοκῇ τις προσκρούειν τῷ καταδικάσαντι βασιλεῖ. καὶ οὐκ ἔξεστι τὸν τοιοῦτον οὐδὲ ἐλεῆσαι] προσεπιτείνουσί τινες οὐδὲ σκυθρωπάζοντες ἐπ΄ αὐτῷ, ἵνα μὴ ἐπὶ τῷ σκυθρωπάζειν δοκῶσι δυσαρεστεῖσθαι τῷ κριθέντι ὑπὸ τοῦ βασιλέως. εἰ νενόηκας τοῦτο , ἴδε μοι τὸν καταδικασθέντα ὑπὸ τοῦ θεοῦ διὰ τὰς πολλὰς ἑαυτοῦ ἁμαρτίας, καὶ ὅρα τὸν τοιοῦτον. λεγιώνων ὄντων ἀγγέλων τῶν τεταγμένων ἐπὶ τὸ βοηθεῖν τῇ ἀνθρώπων φύσει, ὑπὸ μηδενὸς ἐλεούμενον. ἕκαστος γὰρ τῶν ἀγγέλων ἰδὼν τὸν καταδικάσαντα ὅτι θεός ἐστι, τὸν ἀποστραφέντα ὅτι δημιουργός ἐστι, τὴν φύσιν τῶν ἀμαρτιῶν ὅτι τοιαύτη ὥστε τὸν ἀγαθὸν θεὸν ἀναγκασθῆναι, ἱν οὕτως εἴπω τὴν ψῆφον ἀγαγεῖν κατὰ τοῦ ἡμαρτηκότος, ἕκαστος τῶν ὁρώντων οὐ φείδεται, οὐ σκυθρωπάζει, οὐκ ἐλεεῖ, οὐκ ἐπανέρχεται ὥστε παρακαλέσαι περὶ τῆς πρὸς τὸν τοιοῦτον εἰρήνης. Ἡ Ἱερουσαλὴμ τοίνυν αὕτη οὕτω γὰρ λελέξεται διὰ τὸ γράμμα) ἡμαρτηκέτω μου εἰς τὸν Ἰησοῦν, καὶ τοιαῦτα πεποιηκέτω, ἕνα εἴπῃ περὶ αὐτῆς ὁ Ἰησοῦς· »Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ἡμῶν«. καταλειπέσθω αὕτη ἡ Ἱερουσαλήμ ὡς καταλέλειπται. οἱ ἄγγελοι οἱ ἀεὶ βοηθοῦντες τῇ Ἱερουσαλήμ, δι’ ὧν διετάγη καὶ ὁ Μωσέως νόμος »διαταγεὶς δι’ ἀγγέλων ἐν χειρὶ μεσίτου«, καταλειπέτωσαν τὴν Ἱερουσαλὴμ καὶ λεγέτωσαν· τὰ ἁμαρτήματα αὐτῆς μεγάλα γέγονε, τὸν Ἰησοῦν ἀπέκτειναν , ἐπὶ τὸν Χριστὸν τὰς χεῖρας ἐπιβεβλήκασιν. ὅσον ἔτι μικρότερα ἡν τὰ ἁμαρτήματα, ἐδυνάμεθα ἔτι περὶ αὐτῶν ἀξιοῦν καὶ παρακαλεῖν , ἐδυνάμεθα φείδεσθαι τῆς Ιερουσαλήμ· τίς ἐπὶ τούτῳ φείσεται; »ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται περὶ αὐτοῦ· ἐὰν δὲ εἰς κύριον ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ«; »ἁμαρτίαν ἥμαρτεν Ἱερουσαλήμ, διὰ τοῦτο εἰς σάλον ἐγένετο«· καὶ λέγεται πρὸς αὐτὴν ταύτην πρῶτον· τίς φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ; καὶ τίς σκυθρωπάσει ἐπὶ σοί«; ἡμεῖς οὐ σκυθρωπάζομεν ἐπὶ τῇ Ἱερουσαλήμ καὶ ταῖς συμφοραῖς αὐτῆς καὶ τοῖς γενομένοις παντὶ τῷ λαῷ ἐκείνῳ· Ε;τῷ γὰρ ἐκείνων παραπτώματι ἡ σωτηρία ἡμῶν γέγονεν εἰς τὸ παραζηλῶσαι <αὐτούς>. ἐπεὶ τὸ παράπτωμα αὐτῶν τηλικαύτη γέγονεν ἁμαρτία ὣστε φωνῆς κυρίου λεχθῆναι· »τίς οὐν φείσεται ἐπὶ σοί, λέγω πρὸς τὴν ἀποκτείνασάν μου τὸν Ἰησοῦν καὶ ἐγώ· »τίς φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ; καὶ τίς σκυθρωπάσει ἐπὶ σοί«;

---

Origenes, In Jeremiam (Homiliae 12-20), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg021.local001/.
