# In Jeremiam (Homiliae 12-20) 1-5

Origen, In Jeremiam (Homiliae 12-20), Ὁμιλία ιζ΄. Εἰς τὸ »ἐφώνησε πέρδιξ« μέχρι τοῦ »καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθέμησα, σὺ ἐπίστασαι«.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-12-20/1-5

Ἐπὶ τὸ διαβόητον ζήτημα ἐληλύθαμεν ἰδεῖν τίς ἐστιν ὁ πέρδιξ, περὶ οὗ νῦν φησιν ἡ γραφή· »ἐφώνησε πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκε, ποιῶν τὸν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως. ἐν ἡμίσει ἡμερῶν αὐτοῦ ἐγκαταλείψουσιν αὐτόν, καὶ ἐπ᾿ ἐσχάτων αὐτοῦ ἔσται ἄφρων«. ἐκ τοῦ περὶ φύσεως ζώων δεῖ ἀναλαβεῖν τίνα ἱστόρηται περὶ τοῦ πέρδικος, ἵνα εἰδότες τὰ περὶ τὸ ζῶον εἰδῶμεν πότερον ἐπὶ κρείττονος τάξαι δεῖνῦν λεγόμενον τὸν πέρδικα ἢ ἐπὶ χείρονος. λέγεται δὴ ζῶον εἶναι κακοηθέστατον καὶ δόλιον καὶ πανοῦργον, καὶ ἀπατᾶν βουλόμενον τοὺς θηρεύοντας καὶ πολλάκις κυλιόμενον περὶ τοὺς πόδας τοῦ θηρεύοντος, ἵνα αὐτὸν περιστάσῃ ὡς ἐγγὺς ὂν τὸ ζῶον πρὸς τὸ μὴ ἥκειν ἐπὶ τὴν καλιάν. καὶ ἡνίκα ἐὰν στοχάσηται περιεσπακέναι τὸν θηρευ- τὴν καὶ τὰ νεοσσία πεφευγέναι, τότε καὶ αὐτὸς ἀφίπταται. ἔστι δὲ τὸ ζῶον πάνυ ἀκάθαρτον ὥστε τοὺς ἄρρενας μονομαχεῖν πρὸς ἀλλήλους περὶ τῆς μίξεως καὶ ἄρρενα ἄρρενα ἐπιβαίνειν. εἰ οὖν καὶ κακόηθες εἰ καὶ ἀκάθαρτον, εἰ καὶ πανοῦργον, εἰ καὶ ἀπατηλὸν τοῦτο τὸ ζῶόν ἐστι, δῆλον ὅτι τάξαι ἐπὶ κρείττονος αὐτὸ καὶ εἰπεῖν ἐπὶ τὸν σωτῆρα δύνασθαι ἀναφέρεσθαι ἀσεβὲς εἶναι φαίνεται. δεῖ οὖν ἰδεῖν, ἂν θέλωμεν αὐτὸ ἑρμηνεῦσαι ἐπὶ τὸν ἀντικείμενον, εἰ ἀκολουθεῖ ἡμῖν ὅλη ἡ ἑρμηνεία.

---

Origenes, In Jeremiam (Homiliae 12-20), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg021.local001/.
