# In Jeremiam (Homiliae 12-20) 1.1

Origen, In Jeremiam (Homiliae 12-20), Ὅμιλία ις΄. Εἰς τὸ »ἰδοὺ ἐγὼ ἀποστέλλω τοὺς ἁλιεῖς τοὺς πολλούς, λέγει κύριος« μέχρι τοῦ »ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ ἐγκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτῶν«.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-12-20/1.1

Ἀναγέγραπται ἐν τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ ὁ σωτὴρ ἡμῶν ἐληλυθέναι παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας καὶ ἑωρακέναι »Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς«. εἶτά φησιν ὁ λόγος ὅτι ὁ σωτὴρ ἰδὼν αὐτοὺς εἶπε· »δεῦτε ὐπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. οἱ δὲ ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ«. καὶ πεποίηκεν ὁ Ἰησοῦς αὐτοὺς ἐπὶ ἀνθρώπων ἀναλαβεῖν τὸ ἁλιεύειν. καὶ <ἄλλους δὲ δύο ἀδελφοὺς εὗρεν, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ τοῦ πατρὸς καταρτίζοντας τὰ δίκτυα· καὶ τούτους ἐκάλεσεν> ἐπὶ τὴν αὐτὴν ἐπιστήμην, πεποίηκε δὲ κἀκείνους ἁλιεῖς ἀνθρώπων. καὶ εἴ τίς γε κατενόησε τοὺς ἔχοντας ἀπὸ θεοῦ χάριν λόγου πεπλεγμένην ὡς δίκτυα καὶ συγκειμένην ἀπὸ τῶν ἱερῶν γραφῶν ὡς ἀμφίβληστρον, ὥστε περιβάλλεσθαι ταῖς ψυχαῖς τῶν ἀκροατῶν τὸ πλέγμα, κατενόησε δὲ καὶ τεχνικῶς τοῦτο γινόμενον κατὰ τὴν ἐπιστήμην νῦν ὁ σωτὴρ ἡμῶν πέμπει ἁλιεῖς ἀνθρώπων παιδεύσας αὐτούς, ἵνα δυνηθῶμεν ἀπὸ τῆς θαλάσσης ἀνελθεῖν καὶ φυγεῖναὐτῆς τὰ πικρὰ κύματα. Ἀλλ᾿ ἐκεῖνοι οἱ ἰχθύες οἱ ἄψυχοι ἀνελθόντες ἐν ταῖς σαγήναις καὶ ἐν τοῖς ἀμφιβλήστροις καὶ ἐν τοῖς δικτύοις ἢ ἐν τοῖς ἀγκίστροις, ἀποθνῄσκουσι θάνατον οὐχὶ διαδεχομένης ζωῆς τὸν θάνατον. ὁ δὲ συλληφθεὶς ὑπὸ τῶν ἁλιέων Ἰησοῦ καὶ ἀνελθὼν ἀπὸ τῆς θαλάσης, καὶ αὐτὸς μὲν ἀποθνῄσκει, ἀποθνῄσκει δὲ τῷ κόσμῳ, ἀποθνῴσκει τῇ ἁμαρτίᾳ, καὶ μετὰ τὸ ἀποθανεῖν τῷ κόσμῳ καὶ τῷ ἁμαρτίᾳ ζωοποιεῖται ὑπὸ τοῦ λόγου τοῦ θεοῦ καὶ ἀναλαμβάνει ἄλλην ζωήν. ὡσεὶ ἐδύνω καθ᾿ ὑπόθεσιν νοῆσαι τὴν τοῦ ἰχθύος ψυχὴν μεταβάλλουσαν μετὰ τὸ ἐξελθεῖν ἀπὸ τοῦ σώματος τοῦ ἰχθυακοῦ καὶ γινομένην τι κρεῖττον παρ᾿ ἰχθῦν (παράδειγμα ἔλαβον, μὴ ἀφορμάς τις λαμβανέτω † ὧς οὐκ ἤκουσε), τοιοῦτον δὴ τι νοήσεις. ἀνελήλυθας ἀπὸ τῆς θαλάσσης ὑποπεσὼν τοῖς δικτύοις τῶν μαθητῶν Ἰησοῦ, ἐξελθὼν μετα- βάλλεις τὴν ψυχήν, οὐδέτι ἰχθῆς εἶ διατρίβων ἐν τοῖς ἁλμυροῖς τῆς θαλάσσης κύμασιν, ἀλλ᾿ εὐθέως σου μεταβάλλει ἡ ψυχὴ καὶ μεταμορφοῦται καὶ γίνεται κρεῖττόν τι καὶ θειότερον παρ᾿ ὃ ἦν τὸ πρότερον. ὅτι δὲ μεταμορφοῦται καὶ μεταβάλλεται, ἄκουε Παύλου λέγοντος· »ἡμεῖς δὲ πάντες ἀνακρκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος«. καὶ μεταμορφωθείς γε οὗτος ὁ ἰχθῆς ὁ ὑπὸ τῶν ἁλιέων Ἰησοῦ συλληφθείς, καταλιπὼν τὰς ἐν θαλάσσῃ διατριβάς, διατριβὰς ποιεῖται ἐν ὄρεσιν, ὥστε αὐτὸν δεηθῆναι οὐκέτι ἁλιέων τῶν ἀναγόντων αὐτὸν ἀπὸ θαλάσσης, ἀλλὰ δευτέρων τινῶν, οἳ ὀνομάζονται θηρευταί, οἵτινες θηρεύουσιν <ἀπὸ παντὸς ὄρους καὶ ἀπὸ παντὸς βουνοῦ>. Ἀναβὰς οὖν σὺ ἀπὸ τῆς θαλάσσης καὶ συλληφθεὶς τοῖς δικτύοις τῶν μαθητῶν Ίησοῦ, μετάβαλε ἀπὸ τῆς θαλάσσης, ἐπιλάθου αὐτῆς, ἧκε ἐπὶ τὰ ὄρη, τοὺς προφήτας, καὶ ἐπὶ τοὺς βουνούς, τοὺςς δικαίους, καὶ ποιοῦ ἐκεῖ τὰς διατριβάς, ἵνα μετὰ ταῦτα, ὅταν ὁ καιρός σοι τῆς ἁλιεῖς. τίνες δ᾿ ἂν εἶεν οὗτοι ἢ οἱ [ἐπι]τεταγμένοι ἐπὶ τὸ παραλαμβάνειν τὰς ψυχὰς τὰς ἐν βουνοῖς, τὰς μὴ κάτω κειμένας; καὶ ὅρα εἰ μὴ κέκραγε μυστικῶς ταῦτα λέγων ὁ προφήτης καὶ τοῦτον παριστὰς τὸν νοῦν ἐν τῷ »ἰδού, ἐγὼ ἀποστέλλω ἀλιεῖς πολλούς, λέγει κύριος, καὶ ἁλιεύσουσιν αὐτούς· καὶ μετὰ ταῦτα ἀποστελῶ πολλοὺς θηρευτάς, καὶ [καὶ] θηρεύσουσν αὐτοὺς ἐπάων παντὸς ὄρους καὶ ἐπάνω παντὸς βουνοῦ«.

---

Origenes, In Jeremiam (Homiliae 12-20), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg021.local001/.
