# In Jeremiam (Homiliae 12-20) 1

Origen, In Jeremiam (Homiliae 12-20), Ὁμιλία ιβ΄. Εὶς τὸ »καὶ ἐρεῖς πρὸς τὸν λαόν τοῦτον· τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ. πᾶς ἀσκὸς πληρωθήσεται οἴνου« μέχρι τοῦ »καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, ὄτι συνετρίβη τὸ Ποίμνιον τοῦ κυρίους«.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-12-20/1

Ὃ προστάσσεται ὁ προφήτης λέγειν ὑπὸ θεοῦ, ὀφείλει ἄξιον εἶναι τοῦ θεοῦ, [οὐ] φαίνεται δὲ ὅτι οὐκ ἄξιόν ἐστι τοῦ θεοῦ, μενόντων ἡμῶν ἐπὶ τοῦ γράμματος, ὥστε εἰπεῖν ἄλλον τινὰ ἀκούσαντα τοῦ γράμματος· μωρία ἐστὶ ταῦτα τὰ γράμματα. τοῦτο δὲ ἐρεῖ ψυχικός· »ψυχικὸς« γὰρ »ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν«. ὅρα οὐν τὴν λέξιν τί φησιν. »καὶ ἐρεῖς πρὸς τὸν λαὸν τοῦτον· τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ« — ὃ λέγει »κύριος ὁ θεὸς Ἱσραήλ« ἂξιον ἔστω κυρίου Ἰσραήλ — »πᾶς ἀσκὸς πληρωθήσεται οἵνου. καὶ ἔσται ἐὰν εἴπωσι πρός σε· μὴ γνόντες οὐ γνωσόμεθα ὅτι πᾶς ἀσκὸς πληρωθήσεται οἵνου«; καὶ οἱ ἀποκρινόμενοι εἰ ἐπὶ τοῦ ῥητοῦ ἑστῶτες ταῦτά φασι λέγουσιν ἐγνωκέναι ὅτι »πᾶς ἀσκὸς πληρωθήσεται οἵνου«, Ψεύδονται. οὐ γὰρ »πᾶς ἀσκὸς πληρωθήσεται οἴνου«. εἰσὶ γοῦν ἀσκοὶ ἐλαίου πληρούμενοι ἢ ἄλλης ὑγρᾶς οὐσίας, <τινὲς δὲ ψεύδονται ἄρα· οὐ γὰρ Μᾶς ἀσκὸς πληρωθήσεται οἴνου«. καὶ ὁ λαὸς ἀποκρίνεται φάσκων· »μὴ γνόντες οὐ γνωσόμεθα ὅτι πᾶς ἀσκὸς πληρωθήσεται οἵνου«; ἅπερ διηγήσεως κατὰ τὸ δυνατὸν ἡμῖν τοιᾶσδε τεύξεται. ἐὰν εἰδῳμεν τàς τῶν οἴνων διαφορὰς καὶ τὰ λεγόμενα περὶ αὐτῶν, καὶ ἀκολούθως αὐτοῖς περὶ τῶν ἀσκῶν ὀψόμεθα ὅτι ἀληθές ἐστι τὸ πᾶς ἀσκὸς πληρωθήσεται οἴνου«. εἴτε γὰρ ἀγαθός τίς έστιν, ἕν οὕτως ὀνομάσωμεν, έν ἀσκοῖς ἀσκός, πληρωθήσεται οἴνου κατὰ τὴν ἑαυτοῦ ἀγαθότητα. εἴτε ἐστίν ὡς ἐν συγκρίσει ἀσκῶν καὶ τῇ κρίσει τῇ περὶ αὐτῶν, μοχθηρός, καὶ αὐτὸς κατὰ τὴν μοχθηρίαν αὐτοῦ πληρωθήσεται οἴνου μοχθηροῦ. πῶς οὖν ἔστιν ἀπὸ τῆς γραφῆς λαβεῖν περὶ τῶν διαφόρων οἵνων; περὶ μὲν τῶν χειρόνων τοιαῦτα γέγραπται· »ἐκ γàρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας. ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς· θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος«. περὶ δὲ τῶν κρειττόνων· »τὸ ποτήριόν σου μεθύσκον με ὡς κράτιστον«, καὶ ἡ σοφία συγκαλεῖ ἐπὶ τὸν ἐαυτῆς κρατῆρα λέγουσα. »ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον ὅν κεκέρακα ὑμῖν«. ἔστιν οὖν οἶνος ἀπὸ Σοδόμων καὶ ἐ)στιν οἶνος, ὃν ἡ σοφία κίρνησιν. καὶ πάλιν· »ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι«, πεφυτευμένη ὑπὸ τοῦ θεοῦ, ἡ καλουμένη ἄμπελος Σωρήκ, Ἐκλεκτή τις οὖσα καὶ Θαυμαστή. ἔστι δὲ τις καὶ ἄμπελος Αἰγυπτίων, ἣν πατάσσει ὁ θεὸς κατὰ τὸ γεγραμμένον ὅτι »ἐπάταξεν ὁ θεὸς ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν, καὶ τὰς συκαμίνους συκαμίνους αὐτῶν ἐν πάχνῃ«.

---

Origenes, In Jeremiam (Homiliae 12-20), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg021.local001/.
