# In Jeremiam (Homiliae 12-20) 10-2

Origen, In Jeremiam (Homiliae 12-20), Ὁμιλία ιδ΄. Εἰς τὸ »οἴμοι ἐγὼ μῆτερ« μέχρι τοῦ »διὰ τοῦτο τάδε λέγει κύριος· ἐὰν ἐπιστραφῇς, καὶ ἀποκαταστήσω σε«.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-12-20/10-2

Ἴδωμεν εἰ αὐτοῦ διδόντος τοῦ λόγου δυνάμεθα καὶ ἄλλο σαφέστερόν τι παρὰ τὰ εἰρημένα εἰπεῖν λόγου δυνάμεθα καὶ ἄλλο σαφέστερόν τι παρὰ τὸ εἰρημένα εἰπεῖν εἰς τὸ »ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με«. »ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον«. »τὸ φῶς τὸ ἀληθινὸν« ὁ υἱός ἐστι τοῦ θεοῦ, »ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον«. καὶ ὅς ἐστι λογικός, μετέχει τοῦ ἀληθινοῦ φωτός, λογικὸς δέ ἐστι πᾶς ἄνθρωπος. τῶν οὖν μετεχόντων λόγου πάντων ἀνθρώπων ἐν τισὶ μὲν ἡ ἰσχὺς τοῦ λόγου ηὔξησεν, ἐν τισὶ δὲ ἐκλείπει. ἐὰν μὲν ἴδῃς ψυχὴν ἐμπαθῆ καὶ ἁμαρτωλόν, ὄψει ἐκεῖ τὴν ἰσχὺν τοῦ λόγου ἐπιλείπουσαν· ἐὰν δὲ ἴδῃς ψυχὴν ἁγίαν καὶ δικαίαν, ὄψει τὴν ἰσχὺν τοῦ λόγου ὁσημέραι καρποφοροῦσαν, καὶ τὸ εἰρημένον περὶ Ἰησοῦ ἐφαρμόσεις τοῖς δικαίοις. οὐ γὰρ καθ᾿ αὑτὸν μόνον »ὁ Ἰησοῦς προέκοπτεν ἐν τῇ σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις«, ἀλλὰ καὶ ἐν ἑκάστῳ τῶν τὴν προκοπὴν ἐν σοφίᾳ ἡλικίᾳ καὶ χάριτι παραδεχομένων προκόπτει »Ἰησοῦς ἐν σοφίᾳ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις«. λέγει οὖν ὁ λόγος, ὁ υἱὸς τοῦ θεοῦ, ὁ ὢν ἐν τῷ εἰπόντι »οἴμοι ἐγώ, μῆτερ« καὶ τὰ ἑξῆς, ὅτι »ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με«. ὅς ἂν καταράσηται τῷ λόγῳ, οὗτος εὐθέως λαμβάνει τὴν κολασιν ἐπὶ τῷ καταράσασθαι τῷ λόγῳ, ἐπὶ τῷ μέμψασθαι τῇ διδασκαλίᾳ Ἰησοῦ· ἡ γὰρ ἰσχὺς τοῦ Ἰησοῦ ἐκλείπει ἐν τῷ τοιούτῳ, καὶ οὐκ ἔστιν ἰσχὺς λόγου ἐν αὐτῷ. ὡς πάλιν ἐκ τοῦ ἐναντίου, ἐὰν εὐλογήσῃς Ἰησοῦν καὶ παραδέξῃ αὐτόν, ἡ ἰσχὺς αὐτοῦ τὸ ἐναντίον πάσχει οὗ πέπονθεν ἐν τοῖς παραδέξῃ αὐτόν, αὐτόν· ὡς γὰρ ἐκεῖ ἐξέλιπεν ἐν τοῖς καταρωμένοις, οὕτως ἐνταῦθα αὔξει ἐν τοῖς εὐλογοῦσι.

---

Origenes, In Jeremiam (Homiliae 12-20), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg021.local001/.
