# In Jeremiam (Homiliae 12-20) 10-3

Origen, In Jeremiam (Homiliae 12-20), Ὅμιλία ις΄. Εἰς τὸ »ἰδοὺ ἐγὼ ἀποστέλλω τοὺς ἁλιεῖς τοὺς πολλούς, λέγει κύριος« μέχρι τοῦ »ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ ἐγκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτῶν«.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-12-20/10-3

Εἶτα ἄλλη ἐστὶ προφήτεία, ἣν οὐκ οἶδ᾿ ὅπως παρὰ τοῖς Ἑβδομήκοντα οὐχ εὕρομεν, εὕρομεν δὲ ἐν ταῖς λοιπαῖς ἐκδόσεσι, δῆλον ὅτι κειμένην ἐν τῷ Ἑβραϊκῷ, καὶ πεπλήρωται πραγμάτων ἀναγκαιοτάτων, δυναμένων ἐὰν προσέχωμεν ἐπιστρέχαι τὴν ψυχὴν ἡμῶν. οὕτως δὲ ἔχει τὰ ῥήματα· »ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ ἐγκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτῶν«. ἔστιν ἐπὶ τὸ εὐχερέστερον ἑαυτὸν ἐπιδοῦναι καὶ εἰπεῖν· περὶ τῶν Ἰουδαίων ταῦτα γέγραπται ὅτι ἡ ἁμαρτία αὐτῶν »γέγραπται«. ἀλλ᾿ ἐὰν ἴδῃς, ὡς πολλάκις ἐδείξαμεν, Ἰούδαν τροπικῶς λεγόμενον τὸν Χριστόν, μήποτε »ἁμαρτία Ἰούδα« ἡμῶν ἐστι τῶν πιστευόντων ἐπὶ τὸν Χριστὸν τὸν ἐκ φυλῆς Ἰούδα. εἰ δὲ δύνασαι καὶ ἄλλως ἀκοῦσαι μυστικώτερον, τάχα περὶ Ἰούδα προφητεύει τοῦ παραδόντος, ὡς εἶναι περὶ αὐτοῦ τὴν προφητείαν λέγουσαν· »ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ διδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ ἐγκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας«· ἀλλὰ πάλιν οὐκ ἀκολουθεῖ ἐπ᾿ ἐκείνου τὸ »αὐτῶν«. μήποτε οὖν ἐφ᾿ ἡμᾶς ἔλεγεν, ἐὰν γενώμεθα ἁμαρτωλοί, ταῦτα φθάνειν τὰ προφητευόμενα. ἡμάτρομεν, καὶ ἡ ἁμαρτία ἡμῶν οὐκ ἔξω ἡμῶν γέγραπται,κ ἀλλ᾿ ἐν τῇ καρδίᾳ ἡμῶν, καὶ γράφεται »ἐν σιδηρῷ γρφείῳ, ἐν ὄνυχι ἀδαμαντίνῳ«. ὅτι δὲ τὰ ἁμαρτήματα, ἃ ἁμαρτάνομεν, ἐγγράφεται εἰς ἡμᾶς διὰ τοῦ ἁμαρτάνειν, παραστήσει αὐτὸ τὸ πρᾶγμα. οὐ συνῄδειν ἐματῷ τόδε τὸ πρᾶγμα ἢ τήνδε τὴν ἁμρτίαν. ποιήσας αὐτὴν ἔχω τύπον αὐτῆς, καὶ οἱονεὶ γέγραπται ὁ τύπος [αὐ]τῆς ἁμαρτίας μου τῆς ἡμαρτημένης ἐν τῇ ψυχῇ μου. καὶ εἰ μὲν ἦν ἡ ἁμαρτία μου γεγραμμένη μέλανι, ἀπήλειψα ἂν αὐτήν· νῦν δὲ γέγραπται »ἐν σιδηρῷ γραφείῳ«, γέγραπται »ἐν ὄνυχι ἀδαμαντίνῳ«, γέγραπται »ἐπὶ τοῦ στήθους τῆς καρδίας« ἡμῶν, ἵνα ἔλθω ἐπὶ τὸ διδαστήριον καὶ πληρωθῇ ἡ λέγουσα προφητεία· »οὐδὲν κρυπτὸν ὃ οὐ φανερωθήσεται, καὶ οὐδὲν κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται«. ἐγυμνώθη μου τὸ στῆθος καὶ ἡ καρδία ἔχουσα τὸ γράμματα ἐγγεγραμμένα τῆς ἁμαρτίας »ἐν τῷ γραφείῳ τῷ στήθει μου καὶ ἐν τῇ καρδίᾳ μου τοὺς τύπους μου τῶν ἁμαρτημάτων. »οὐδὲν γὰρ κρυπτὸν ὃ οὐ φανερωθήσεται«, ἀλλὰ »καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων«, καὶ »μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν«. τίνι φανερώσει; οὐχ αὑτῷ· αὐτὸς γὰρ οἶδε »τὰ πάντα πρὶν γενέσεως αὐτῶν«. ἀλλὰ [καὶ] τίνι φανερώσει; πᾶσι τοῖς μέλλουσι βλέπειν διὰ τὴν αὐτῶν καθαρότητα τὴν ἁμαρτίαν τοῦ ἡμαρτηκότος, ἵνα οἱ ἁμαρτωλοὶ >ἀναστρῶσιν εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην αἰώνιον<· ἀφ᾿ ὧν ῥύσηται ἡμᾶς ὁ τῶν ὅλων θεός, ἵν᾿ εἰς δόξαν τὴν ἐν Χριστῷ ἀναστῶμεν, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

---

Origenes, In Jeremiam (Homiliae 12-20), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg021.local001/.
