# In Jeremiam (Homiliae 12-20) 11-2

Origen, In Jeremiam (Homiliae 12-20), Ὁμιλία ιδ΄. Εἰς τὸ »οἴμοι ἐγὼ μῆτερ« μέχρι τοῦ »διὰ τοῦτο τάδε λέγει κύριος· ἐὰν ἐπιστραφῇς, καὶ ἀποκαταστήσω σε«.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-12-20/11-2

»Γένοιτο, κύριε, κατευθυνάντων αὐτῶν· εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν«. τί »γένοιτο, κύριε«; ὁ δυνάμενος ἀφ᾿ ἑαυτοῦ συναγαγέτω τὸ τοιοῦτον. [τὸ γένοιτο] »δέσποτα κύριε, κατευθυνάντων αὐτῶν« γένοιτο ἰσχὺς ἐκλείπουσα ἐν τοῖς καταρωμένοις, ὅταν μετανοήσαντες μετὰ τὸ κακῶς με εἰπεῖν τραπῶσι τὴν εὐθεῖαν καὶ αὐτὴν ὁδεύσωσι. »γένοιτο, δέσποτα, κατευθυνάντων αὐτῶν· εἰ μὴ παρέστην σοι«. εἶτα δικαιογεῖται περὶ τῶν κακολογούντων αὐτὸν λέγων· »εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν«. παρέστη τῷ πατρὶ > ἱλασμὸς ὢν περὶ τῶν ἁμαρτιῶν ἡμῶν< καὶ παρεκάλεσε περὶ αὐτῶν ἐν αὐτῷ τῷ καιρῷ τῶν κακῶν ἡμῶν. οὐδὲ γὰρ παρέστη μετὰ τὸν καιρὸν τῶν κακῶν ἡμῶν, ἀλλ᾿ > ἔτι ὄντων ἁμαρτωλῶν ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν< »εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν, ἐν καιρῷ τῶν θλίψεων αὐτῶν, εἰς ἀγαθὰ πρὸς τὸν ἐχθρόν«. καὶ ἐν τῷ καιρῷ τῆς θλίψεως αὐτῶν, φησί, τῆς πρὸς τὸν ἐχθρὸν ἐγὼ παρέστην σοι ὑπὲρ αὐτῶν. τίς δὲ ὁ ἐχθρὸς ἤ »ὁ ἀντίδικος ἡμῶν διάβολος«, ὅς ἔθλιψεν ἡμᾶς; καὶ σαφῶς ἐν τῷ καιρῷ τῆς ἔχθρας ἐκείνου τῆς κατὰ τῶν ἀνθρώπων παρέστη τῷ πατρὶ ὁ σωτὴρ ἡμῶν καὶ ἐδεήθη περὶ τῆς ἡμετέρας αἰχμαλωσίας, ἵνα λυτρωθῶμεν καὶ ῥυσθῶμεν ἀπὸ τοῦ ἐχθροῦ. ταῦτα μὲν ὁ σωτὴρ ἢ ὁ προφήτης εἰρηκέτω· καὶ γὰρ ὁ προφήτης δύναται τὰ τοιαῦτα εἰρηκέναι καὶ ηὖχθαι περὶ τοῦ λαοῦ ἐν τῷ »καιρῷ τῶν κακῶν αὐτῶν«.

---

Origenes, In Jeremiam (Homiliae 12-20), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg021.local001/.
