# In Jeremiam (Homiliae 12-20) 11.1

Origen, In Jeremiam (Homiliae 12-20), Ὁμιλία ιθ΄. Εἰς τὸ »καὶ ἤκουσε Πασχὼρ υἱὸς Ἐμμὴρ ὁ ἱερεύς« μέχρι τοῦ »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην«.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-12-20/11.1

(18,) >Προεφήτευσεν Ἱερεμίας· καὶ ἤκουσε Πασχὼρ υἱὸς Ἐμμὴρ ὁ ἱερεὺς τῶν λόγων τῆς προφητείας. καὶ τοσούτων κατὰ τὸ εἰκός, ὅσον ἐπὶ ψιλῇ τῇ ἀκολουθίᾳ τῆς προφητείας, ἀκηκοότων Ἱερεμίου οὐ ταχέως ἀναγέγραπται ἄλλος ἀκούσας εἰ μὴ Πασχώρ. ἐμέλησε δὲ τῇ γραφῇ εἰπεῖν ἐπεῖν καὶ τίνος υἱὸς ἠν, ὅτι Ἐμμήρ, καὶ ὅτι ἐχρημἀτιζεν ἱερεύς, καὶ ποίαν τάξιν εἶχεν ἐν τῷ λαῷ, ὅτι ἠν καθεσταμένος ἠγούμενος οἴκου κυρίου κατὰ τὸν χρόνον Ἱερεμίου προφητεύοντος τοὺς λόγους τούτους. καὶ ἀναγέγραπται ὅτι ἀκούσας τῶν λόγων τῆς προφητείας ταύτης Πασχὼρ ἐπάταξε τὸν Ἱερεμίαν, καὶ οὐκ ἠρκέσθη τῷ αὐτὸν πεπαταχέναι, ἀλλὰ καὶ ἔβαλεν αὐτὸν εἴς τινα καταρράκτην. ἐμέλησε τῇ γραφῇ εἰπεῖν καὶ ποῦ ἦν οὗτος ὁ καταρράκτης, ἐν τῇ πύλῃ τοῦ Βενιαμίν, καὶ ὅτι ὁ καταρράκτης ἡν ἐν τόπῳ ἔνθα ὑπερῷον ἦν, ὑπερῷον δὲ οὐκ ἔλλου τινὸς ἢ τοῦ οἴκου κυρίου. ταῦτα ἀνέγραψεν ἐπὶ τῇ προφητείᾳ γεγονέναι τὸ πνεῦμα τὸ ἅγιον τῷ Ἱερεμίᾳ, γεγονέναι δὲ ἀπὸ τοῦ Πασχώρ. εἶτά φησι· τῇ ἐπαύριον ὁ Πασχὼρ ἐξήγαγε τὸν Ἱερεμίαν ἐκ τοῦ καταρράκτου. καὶ εἶπεν ἐξαχθεὶς ὁ Ἱερεμίας τῷ Πασχώρ, ὅτι οὐ κύιος τοῦτο τὰ ὄνομα ἐκάλεσέ σε τὸ Πασχώρ· ἄλλο ὄνομά σοι τέθειται· ὡς τῷ Ἰακὼβ Ἰσραήλ, ὡς τῷ Ἄβραμ Ἀβραάμ, ὡς τῇ Σαρᾷ Σάρρα, οὕτως σοι ὄνομα τέθεικε Μέτοικον. καὶ διὰ τοῦτο ἐκάλεσέ σε Μέτοικον, ἐπειδήπερ λέγει ὁ κύριος· ἰδοὺ ἐγὼ δίδωμί σε εἰς μετοικίαν σὺν πᾶσι· τίσιν; οὐχὶ γυναικί σου καὶ υἱοῖς σου καὶ θυγατράσι σου, ἀλλὰ σὺν τοῖς φίλοις σου. καὶ ἐπὰν δοθῇς εἰς μετοικίαν, πεσοῦνται οἱ φίλοι σου μαχαίρᾳ. εἶτα ὡς διαφορᾶς οὔσης τοῖς πίπτουσιν ἀπὸ μαχαίρας, ἐὰν πέσωσιν ἀπὸ μαχαίρας ἐχθρῶν ἢ ἀπὸ μαχαίρας ἄλλων, φησὶ πεσεῖσθαι τοὺς φίλους τοῦ βαλόντος τὸν Ἱερεμίαν εἰς τὸν καταρράκτην εἰς μάχαιραν ἐχθρῶν αὐτῶν. καὶ οἱ ὀφθαλμοί σου, φησίν, ὄψονται ταῦτα τὰ προφητευόμενα. σὲ δὲ καὶ πάντα τὸν Ἰούδα δώσω εἰς χεῖρας βασιλέως Βαβυλῶνος, μετὰ τὸ παθεῖν ταῦτα τοὺς φίλους σου, καὶ μετοικιοῦσιν αὐτοὺς εἰς Βαβυλῶνα καὶ κατακόψουσιν αὐτούς· τὸν γὰρ βασιλέα Ἰούδα καὶ τοὺς ἀπὸ Ἰούδα κατακόψουσιν ἐν μαχαίρᾳ, καὶ οὐκέτι πρόσκειται τὸ ἐχθρῶν αὐτῶν, ὡς ἐπὶ τῶν προτέρων οἳ εἴρηνται φίλοι εἶναι τοῦ Πασχώρ. εἶτά φησι· καὶ δώσω πᾶσαν τὴν ἰσχὺν τῆς πόλεως ταύτης καὶ πάντας τοὺς θησαυροὺς τοῦ βασιλέως Ἰοὐδα καὶ πάντας τοὺς πόνους τῆς πόλεως ταύτης εἰς χεῖρας ἐχθρῶν αὐτῶν, ἵνα οἱ ἐχθροὶ διαρπάσωσι τοὺς θησαυροὺς καὶ λάβωσι τὰ προειρημένα καὶ ἀγάγωσι τὸν Ἰούδαν καὶ τὸν βασιλέα αὐτῆς εἰς Βαβυλῶνα. σὺ δέ, ὦ Πασχώρ, καὶ πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, πορεύεσθε ἐν αἰχμαλωσίᾳ εἰς Βαβυλῶνα, καὶ ἐκεῖ ἀποθανῇ, καὶ ἐκεῖ ταφήσῃ σὺ καὶ πάντες οἱ φίλοι σου οἷς προεφήτευσας αὐτοῖς ψευδῆ<. ἔδει ἐπιτέμνεσθαι τὴν περικοπὴν ὅλην καὶ σαφηνίσαι, οὐδέπω τὸ νόημα αὐτῆς τὸ βαθὺ (εἴγε χωροῦμεν αὐτό), ἀλλ᾿ ἢ τὴν λέξιν καὶ τὸ ῥητὸν αὐτό, ὃ καὶ ὁ τυχὼν ἐπιστήσας ἐπιμελῶς τοῖς γράμμασι καὶ μὴ ἐκ παρέργου δύναται κἂν οὕτως νοῆσαι. τί οὖν βούλεται ταῦτα; ἐνθάδε ὁ ἀγών ἐστι παραστῆσαι τὸ βούλημα τούτων τῶν γραμμάτων. καὶ δὴ ὁμολογῶ κατ᾿ ἐμαυτὸν μὴ δύνασθαι αὐτὰ διηγήσασθαι, ἀλλὰ δεῖσθαι, ὡς προεῖπον, ἐπιφανείας τῆς δυνάμεως Ἰησοῦ, καθ᾿ ὃ σοφία ἐστί, καθ᾿ ὃ λόγος, καθ᾿ ὅ ἀλήθεια, ἵνα ἡ ἐπιφάνεια αὐτοῦ ποιήσῃ φῶς ἐπὶ τοῦ προσώπου τῆς ψυχῆς μου.

---

Origenes, In Jeremiam (Homiliae 12-20), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg021.local001/.
