Ancient Greek
Ὁμιλία ιδ΄. Εἰς τὸ »οἴμοι ἐγὼ μῆτερ« μέχρι τοῦ »διὰ τοῦτο τάδε λέγει κύριος· ἐὰν ἐπιστραφῇς, καὶ ἀποκαταστήσω σε«.
Origen, In Jeremiam (Homiliae 12-20) 12.1-2
Not analysed yet
Ἐπὶ τούτοις [τί] ἀποκρίνεται ὁ θεὸς πρὸς τὸν λαὸν τὸν κατηγορηθέντα ὑπὸ τοῦ προφήτου ἢ ὑπὸ τοῦ Χριστοῦ καὶ ταῦτα λέγει πρὸς αὐτόν· »σίδηρος καὶ περιβόλαιον χαλκοῦν ἡ ἰσχύς σου«, σκληρά, ἀνένδοτος, οὐκ ἐλαυνομένη. »σίδηρος καὶ περιβόλαιον χαλκοῦν ἡ ἰσχύς σου«, οἷον τμητική τις καὶ διαιροῦσα ἡ ἰσχύς σου, οὐκ ἐπ᾿ ἀγαθῷ οὖσα ἰσχύς. »καὶ θησαυρούς σου εἰς προνομὴν δώσω, ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου«. τίνας »θησαυροὺς« τῶν ἁμαρτανόντων δίδωσιν »εἰς προνομὴν« ὁ θεός, καὶ δίδωσιν αὐτοὺς »ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας« αὐτῶν; πότερόν ποτε τοὺς ἐπὶ γῆς θησαυριζομένους αὑτοῖς; ἕκαστος γὰρ τῶν ἀνθρώπων θησαυρίζει· εἰ μὲν φαῦλός ἐστιν, ἐπὶ γῆς, εἰ δὲ ἀστεῖος, ἐν οὐρανῷ, ὡς ἐδιδάχθημεν ἀπὸ τοῦ εὐαγγελίου. ἢ λέγει τῷ λαῷ ἐκείνῳ, ὅτι μέλλω διὰ τὰ ἁμαρτήματά σου τοὺς θησαυρούς σου διδόναι εἰς προνομήν; ποῖοι θησαυροὶ ἐκείνου τοῦ λαοῦ ἐδόθησαν εἰς προνομήν; ἴδε εἷς τῶν θησαυρῶν Ἱερεμίας, ἄλλος θησαυρὸς Ἡσαΐας, θησαυρὸς ἦν καὶ Μωσῆς. τούτους τοὺς θησαυροὺς ἔλαβεν ὁ θεὸς ἀπ᾿ ἐκείνου τοῦ λαοῦ καὶ διὰ Χριστοῦ, εἰπόντος· »ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς«, ἔδωκεν ἡμῖν. »Δώσω« οὖν »διὰ τὰς ἁμαρτίας σου τοὺς θησαυρούς σου εἰς προνομήν«. καὶ ἔδωκεν τοὺς θησαυροὺς τοῦ λαοῦ ἐκείνου ἡμῖν· >πρῶτοι γὰρ ἐκείνοι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ>, εἶτα μετ᾿ ἐκείνους ἡμεῖς ἐπιστεύθημεν, ἀρθέντων τῶν λογίων τοῦ θεοῦ ἐπ᾿ ἐκείνων καὶ δοθέντων ἡμῖν. καὶ λέγομεν τὸ »ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς« εἰρῆσθαι ὑπὸ τοῦ σωτῆρος καὶ πεπληρῶσθαι. οὐχ ὅτι ἤρθη ἀπ᾿ αὐτῶν ἡ γραφή, ἀλλὰ νῦν οὐκέτι ἔχυσι τὸν νόμον καὶ τοὺς προφήτας τῷ μὴ θεωρεῖν τὸν ἐν αὐτοῖς νοῦν. ἔχουσι γὰρ τὰ βιβλία, ἀλλὰ πῶς ἤρθη ἀπ᾿ αὐτῶν ἡ βασιλεία τοῦ θεοῦ; ὁ νοῦς τῶν γραφῶν ἤρθη ἀπ᾿ αὐτῶν. οὐκέτι σῴζεται διήγησις παρ᾿ αὐτοῖς νομικὴ ἢ προφηδιὰ τὴν Χριστοῦ ἐπιδημίαν τὸ »εἶπον τῷ λαῷ ἐκείνῳ· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου«. πεπλήρωται καὶ τὸ εἰρημένον ὑπὸ τοῦ Ἡσαΐου ὅτι »ἀφελεῖ κύριος ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ τῆς Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, γίγαντα καὶ πολεμιστὴν ἄνθρωπον, σικαστὴν καὶ προφήτην καὶ στοχαστὴν καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατην«. ταῦτα πάντα ἀφεῖλεν ὁ θεὸς ἀπ᾿ ἐκείνων καὶ ἔδωκεν, ἐάν γε ἡμεῖς δεξώμεθα, ἡμῖν τοῖς ἀπὸ τῶν ἐθνῶν. ταῦτα διὰ τὸ »καὶ τοὺς θησαυρούς σου εἰς ἁρονομὴν δώσω«. »Ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου καὶ ἐν πᾶσι τοῖς ὁρίοις σου«. ὡσεὶ ἔλεγε· διὰ τὰς ἁμαρτίας σου τὰς ἐπὶ πάντα τὰ ὅριά σου ἐφθακυίας· οὐδὲν γὰρ ὅριον ἐκείνου τοῦ λαοῦ ἐστιν, ὅ ἁμαρτίας οὐ πεπλήρωται. καὶ πῶς πᾶν ὅριον αὐτῶν οὐκ ἔμελλεν ἁμαρτίας πληροῦσθαι [ἐπ᾿ αὐτοῖς], τὸ ὅσον ἐπ᾿ αὐτοῖς ἀποκτεινάντων δικαιοσύνην, εἰ Χριστὸς δικαιοσύνη, ἀποκτεινάντων [τὴν] σοφίαν, εἰ Χριστὸς σοφία, ἀποκτεινάντων ἀλήθειαν, εἰ Χριστὸς ἀλήθεια; διὰ γὰρ τοῦ καταδεδικακέναι τὴν ἐπὶ θανάτῳ τὸν υἱὸν τοῦ θεοῦ ταῦτα πάντα ἀπέβαλον καὶ ἀπώλεσαν. καὶ ἀναστάς μου ὁ κύριος Ἰησοῦς ἐν νεκρῶν οὐκέτι ἐφάνη τοῖς ἀποκτείνασιν αὐτόν· οὐ γὰρ ἔχομεν ἐν τῇ ἱστορίᾳ ὅτι ἐφάνη τοῖς ἀποκτείνασιν αὐτόν, ἀλλὰ μόνοις τοῖς πιστεύουσιν ἐφάνη ἀναστὰς ἀπὸ τῶν νεκρῶν.