Ancient Greek
Ὁμιλία ιθ΄. Εἰς τὸ »καὶ ἤκουσε Πασχὼρ υἱὸς Ἐμμὴρ ὁ ἱερεύς« μέχρι τοῦ »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην«.
Origen, In Jeremiam (Homiliae 12-20) 13.1
Not analysed yet
(18,) Ἠκολούθει τῷ πεπατάχθαι τὸν προφήτην διηγήσασθαι τοὺς παταχθέντας, ὡς φέρ᾿ εἰπεῖν τὸν ἀπόστολον καὶ εἴ τις ἄλλος πεπάτακται, παραστῆσαι καὶ τὰ περὶ αὐτὸν τὸν Ἰησοῦν. »ἐπάταξεν« οὖν »Πασχὼρ τὸν Ἱερεμίαν τὸν προφήτην, καὶ ἔβαλεν αὐτὸν εἰς τὸν καταρράκτην ὃς ἦν ἐν τῇ πύλῃ Βενιαμίν τοῦ ὑπερῴου«. τοῦ Βενιαμὶν ὁ καταρράκτης ἦν τοῦ ὑπερῴου. τοῦ Βενιαμὶν κληροδοσία ἐστὶν Ἱερουσαλήμ, ἐν ᾗ ὁ ναὸς τοῦ θεοῦ, ὡς ὁ ἀκοῦσαι δυνάμενος τῶν θείων ἀναγνωσμάτων εὑρήσει ἐκ τῆς ἀναγεγραμμένης κληροδοσίας ἐν τῇ τοῦ Ναυῆ. ἐπεὶ οὖν ὁ ναὸς ἦν ἐν τῇ κληροδοσίᾳ τοῦ Βενιαμίν, ὃς ἑρμηνεύεται Υἱὸς δεξιᾶς (οὐδὲν γάρ ἐστιν ἀριστερὸν περὶ τὸν ναὸν τοῦ θεοῦ), διὰ τοῦτο οὗτος βάλλει »εἰς τὸν καταρράκτην ὃς ἦν ἐν πύλῃ Βενιαμὶν τοῦ ὑπερῴου οἴκου κυρίου«. παρόντος »ὑπερῴου ἐν οἴκῳ κυρίου« «ἔβαλε« τὸν προφήτην »εἰς τὸν καταρράκτην«. καὶ ἡμεῖς παρακαλῶμεν, ἵνα λαβόντες νῦν τὸν Ἱερεμίαν εἰς τὸ ὑπερῷον ἀναβιβάσωμεν »ἐν οἴκῳ κυρίου«. ὑπερῷον δὲ τὸν νοῦν τὸν ὑψηλὸν καὶ ἐπηρμένον δείξω ἐκ τῆς γραφῆς, ὅτε μαρτυρεῖ τοῖς ἁγίοις ὅτι εἰς τὰ ὑπερῷα τοὺς προφήτας ὑπεδέξαντο. ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν ἀναγέγραπται χήρα ὑποδεξαμένη τὸν Ἠλίαν τὸν προφήτην ἐν Σαρέφθοις τῆς Σιδωνίας, ἥτις »εἰς τὸ ὑπερῷον« αὐτῆς ἐξένισε τὸν προφήτην. καὶ ἐν τῇ τετάρτῃ ἡ τὸν Ἐλισσαῖον ὑποδεξαμένη εὐτρέπισεν αὐτῷ οἶκον εἰς τὸ ὑπερῷον. ὁ δὲ ἁμαρτωλὸς Ὀχοζίας ἔπεσεν ἀπὸ τοῦ ὑπερῴου. καὶ σοὶ δὲ Ἰησοῦς ἐντέλλεται μὴ καταβαίνειν ἐκ τοῦ δώματος. »ὅταν«, γάρ φησι, τάδε καὶ τάδε γένηται, »τότε« »ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ«. ὁ ἐν τοῖς διωγμοῖς φεύγων οὐχὶ μὴ εἰς δῶμα μὴ ἀναβαινέτω, ἀλλ᾿ ἐκ τοῦ δώματος »μὴ καταβαινέτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ«. Καλὸν οὖν ἐν ὑπερῴοις εἶναι, καλὸν ἐν δώμασιν εἶναι καὶ ἄνω που τυγχάνειν. καὶ οἱ θαυμάσιοι δὲ ἀπόστολοι, ὡς ἐν ταῖς Πράξεσιν ἀναγέγραπται αὐτῶν, ἡνίκα ἐπὶ τὸ αὐτὸ ὄντων αὐτῶν ἐσχόλαζον ταῖς εὐχαῖς καὶ τῷ λόγῳ τοῦ θεοῦ, ἐν ὑπερῴῳ ἦσαν. καὶ ἐπεὶ ἦσαν ἐν ὑπερῴῳ, οὐκ ἦσαν κάτω. διὰ τοῦτο »ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός«. ἀλλὰ καὶ Πέτρος, ἡνίκα ἀνέπεμπε τὴν εὐχὴν τῷ θεῷ, >ἀνέβη εἰς τὸ δῶμα<· καὶ εἰ μὴ ἀνεβεβήκει εἰς τὸ δῶμα, οὐκ ἂν εἶδεν >ἐξ οὐρανοῦ καταβαῖνον σκεῦος ὡς ὀθόνην τέσσαρσιν ἀρχαῖς καθιέμενον ἐκ τοῦ οὐρανοῦ<. ἀλλὰ καὶ ἡ τὰς ἐλεημοσύνας ποιήσασα »Ταβιθά, ἥτις ἑρμηνευμένη λέγεται Δορκάς«, κάτω οὐκ ἦν, ἀλλ᾿ »ἐν τῷ ὑπερῴῳ«, ὅπου ἀναβὰς Πέτρος ἀνέστησεν αὐτὴν ἀπὸ τῶν νεκρῶν. ἀλλὰ καὶ Ἰησοῦς ταύτην τὴν ἑορτὴν ἧς τὸ σύμβολον ποιοῦμεν τὸ πάσχα μέλλων ἑορτάζειν μετὰ τῶν μαθητῶν, πυνθανομένων αὐτῶν· »ποῦ θέλεις ἑτοιμάσομέν σοι τὸ πάσχα«, εἶπε· »πορευομένοων ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων, ἐκείνῳ ἀκολουθήσατε. ἐκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα, ἐστρωμένον, σεσαρωμένον, ἕτοιμον· ἐκεῖ ἑτοιμάσατε τὸ πάσχα«. οὐδεὶς οὖν πάσχα |ποιῶν ὡς Ἰησοῦς Ἰησοῦ, ἄνω ἐστὶν ἐν ἀναγαίῳ μεγάλῳ, ἐν ἐναγαίῳ σεσαρωμένῳ, ἐν ἀναγαίῳ κεκοσμημένῳ καὶ ἑτοίμῳ. ἐὰν δὲ ἀναβῇς μετ᾿ αὐτοῦ, ἵνα ἑορτάσῃς τὸ πάσχα, δίδωσί σοι τὸ ποτήριον τῆς διαθήκης τῆς καινῆς, δίδωσί σοι καὶ τὸν ἄρτον τῆς εὐλογίας, τὸ σῶμα ἑαυτοῦ καὶ τὸ αἷμα ἑαυτοῦ χαρίζεται. διὰ τοῦτο παρακαλοῦμεν ὑμᾶς· >ἀναβαίνετε εἰς ὕψος, αἴρετε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν<. κἀμοὶ 26 ἐστρωμμενον S |27 σεσαρωμένον] +κεκοσμημένον̣ nach Z. 30 u. S. 87, 27. δέ, ἐὰν διδάσκω τὸν θεῖον λόγον, φησὶν ὁ λόγος· »ἐπ᾿ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε«. ταῦτα διὰ τὸν Πασχώρ, ὅτι παρακειμένου »ὑπερῴου ἐν τῷ οἴκῳ κυρίου ἐν πύλῃ Βενιαμίν«, οὐκ εἰς τὸ ὑπερῷον ἀνεβίβασε τὸν προφήτην, ἀλλὰ »ἔβαλεν αὐτὸν εἰς τὸν καταρράκτην« κάτω.