# In Jeremiam (Homiliae 12-20) 14.1-2

Origen, In Jeremiam (Homiliae 12-20), Ὁμιλία ιθ΄. Εἰς τὸ »καὶ ἤκουσε Πασχὼρ υἱὸς Ἐμμὴρ ὁ ἱερεύς« μέχρι τοῦ »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην«.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-12-20/14.1-2

(18,) »Καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ἐξήγαγε Πασχὼρ τὸν Ἱερεμίαν ἐκ τοῦ καταρράκτου«. ὦ κύριε Ἰησοῦ, πάλιν ἧκε, σαφήνιζέ μοι καὶ ταῦτα καὶ τοῖς ἐληλυθόσιν ἐπὶ τὴν πνευματικὴν τροφήν. πῶς »τῇ ἐπαύριον« ἐξάγει αὐτὸς »τὸν Ἱερεμίαν ἐκ τοῦ καταρράκτου«; ὅσον μὲν γὰρ ἐνέστηκεν ἡ σήμερον ἡμέρα (σήμερον δὲ ἐστι πᾶς οὗτος ὁ αἱών), [ἐὰν] εἰς τὸν καταρράκτην κάτω βάλλει τὸν προφήτην ὁ ἁμαρτωλός· ἐὰν δὲ παύσηται ἡ ἐνεστῶσα ἡμέρα καὶ ἡ αὔριον ἔλθῃ, τότε αὐτὸν ἐξάγει μετανοήσας ἀπὸ τοῦ καταρράκτου. εἶτα λέγει αὐτῷ ὁ Ἰερεμίας, ἃ πείσεται ὁ Πασχώρ. τί λέγει αὐτῷ; »οὐ Πασχὼρ ἐκάλεσε τὸ ὄνομά σου ἀλλ᾿ ἢ Μέτοικον. διότι τάδε λέγει κύριος«. μέλλει μετοικίζεσθαι κατὰ τὴν ἀξίαν τῶν ἁμαρτημάτων ὁ Πασχὼρ οὗτος εἰς Βαβυλῶνα, οὐ μόνος, ἀλλὰ καὶ μετὰ τῶν φίλων αὐτοῦ. παραδίδοται γὰρ τῷ Ναβουχοδονόσορ καὶ εἰς τὴν Σύγχυσιν ἄπεισι καὶ κολάζεται ἐπὶ τοῖς ἀμαρτήμαμσιν αὐτοῦ, ἐπεὶ »ἔβαλε τὸν προφήτην εἰς τὸν καταρράκτην«. τίνες οὖν οἱ φίλοι τοῦ Πασχὼρ τοῦ ἐπώνύμου τῆς Μελανίας τοῦ στόματος; πάντες οἱ τοὺς λόγους αὐτοῦ παραδεξάμενοι, οἱ συμμελανωθέντες τῷ στόματι αὐτοῦ τῷ μεμελανωμένῳ, οἱ δόγματα μελανότητος παραδεξάμενοι. »καὶ πεσοῦνται μαχαίρᾳ ἐχθρῶν αὐτῶν«. οἱ ἐπὶ τῶν κολάσεων τεταγμένοι, οὗτοί εἰσιν οἱ τὰς μαχαίρας ἔχοντες καὶ πιοῦντες πίπτειν αὐτούς· περὶ ὧν ὁ λόγος προφητεύει καί φησι· »καὶ οἱ ὀφθαλμοί σου ὄψονται«. ταῦτα, φησί, τὰ προφητευόμενα »ὄψονταί σου οἱ ὀφθαλμοί«. »Καὶ σὲ καὶ πάντα Ἰούσαν δώσω εἰς χεῖρας βασιλέως Βαβυλῶνος«. ὃς ἐὰν καταληφθῇ τοῦ Ἰούδα οὕτως ἁμαρτωλός ὡς ἄξιος εἶναι τοῦ βασιλέως Βαβυλῶνος, τῆς Συγχύσεως, παραδοθήσεται αὐτῷ. καὶ ὁ βασιλεὺς Βαβυλῶνος παραλαμβάνει τοὺς ἀμαρτάνοντας. βασιλεὺς δὲ Βαβυλῶνος κατὰ μὲν τὴν ἱστορίαν Ναβουχοδονόσορ, κατὰ δὲ τὴν ἀναγωγὴν ὁ πονηρός. τούτῳ δὲ παραδίδοται ὁ ἁμαρτωλός, ἐπεί ἐστιν ἀμφότερα καὶ ἐχθρὸς καὶ ἐκδικητής. ὅτι δὲ αὐτῷ παραδίδοται ὁ ἁμαρτωλός, Παῦλός σε διδαξάτω, ὅπου μὲν λέγων περὶ Φυγέλου καὶ Ἑρμογένου· »οὓς παρέδωκα τῷ πεπορνευκότος· »συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ, κέκρικα παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ στόματος Μελανία, εἰς χεῖρας τοῦ βασιλέως τῆς Βαβυλῶνος καὶ μετοικίζουσιν αὐτὸν εἰς Βαβυλῶνα. »Καὶ κατακόψουσιν αὐτοὺς ἐν μαχαίρᾳ. καὶ δώσω τὴν ἰσχὺν πᾶσαν τῆς πόλεως ταύτης«. εὐχερὲς εἰπεῖν ὅτι προφητεύεται περὶ τῆς Ἰερουσαλὴμ ταῦτα· παραδέδοται γὰρ πᾶσα ἡ ἰσχὺς αὐτῆς καὶ τὰ ἐπιφερόμενα τότε τῷ τῶν Βαβυλωνίων βασιλεῖ. εὐχερὲς εἰπεῖν ὅτι προφητεύεται ταῦτα παρὶ »τῆς πόλεως ταύτης«, ἐν τοῖς κατὰ τὸν σωτῆρα χρόνοις παραδοθείσης τοῖς πολεμίοις. καὶ εἰς αἰχμαλωσίαν ἀπεληλύθασιν οἱ υἱοὶ τῆς Ἰερουσαλὴμ καὶ κατεσκάφη ἡ πόλις. ἐὰν δὲ ἐξετάσῃς τὰ πράγματα καὶ πόλιν βλέπῃς μὴ τοὺς λίθους, ἀλλὰ τοὺς ἀνθρώπους, ὄψει ὅτι κἀκείνη ἡ Ἰερουσαλήμ, οἱ ἄνθρωποι, παρεδόθησαν »εἰς χεῖρας βασιλέως Βαβυλῶνος« διὰ τὴν ἐπὶ τῷ Χριστῷ ἀσέβειαν καὶ ἁμαρτίαν. καὶ σὺ Ἱερουσαλὴμ εἶ νῦν. ἐὰν οὖν ἀπειλῇ τῷ Ἱερουσαλὴμ νῦν ὁ λόγος, φοβήθητι μήποτε σύ, ἐὰν ἁμαρτάνῃς, Ἱερουσαλὴμ εἶ ἁμαρτωλός καὶ παραδίδοσαι, ἵνα μηκέτι ῃς Ἱερουσαλὴμ ἀλλὰ Βαβυλὼν γίνῃ καὶ Σύγχυσις, παραλαβόντος σε Ναβουχοδονόσορ τοῦ Βαβυλώνων βασιλέως. »Καὶ πάντας τοὺς πόνους« Ἱερουσαλὴμ παραδίδωσι. πῶς »πάντας τοὺς πόνους« παραδίδωσιν; ἐὰν μετὰ τὸ ἀθλῆσαι καὶ ἀγωνίσασθαι πααπέσῃς καὶ ἁμάρτῃς, πάντες οἱ πόνοι σου ἐληλύθασιν εἰς τὰς χεῖρας Ναβουχοδονόσορ. πῶς πάντες οἱ πόνοι σου; λεχθήσεταί σοι, ἐὰν πέσῃς μετὰ τὸ πολλὰ καμεῖν ὑπὲρ ἀληθείας· »τοσαῦτα ἐπάθετε εἰκῇ«. μάλιστα οἱ συνειδότες ἑαυτοῖς πολλοὺς πόνους ἀνηντληκέναι ὑπὲρ ἀρετῆς, ὀφείλουσι φοβεῖσθαι, μήποτε τοὺς πόνυς αὐτῶν [ἢ] γενομένων Ἱερουσαλὴμ παραλάλῃ ἁμαρτίας τινὸς γενομένης Ναβουχοδονόσορ ὁ τῆς Βαβυλῶνος βασιλεύς. ἵνα δὲ σαφέστερον ἴδῃς πῶς τοὺς πόνους Ἱερουσαλὴμ ἁμαρτούσης παραλαμβάνει Ναβουχοδονόσορ, συγχρήσομαι τοῖς ἐν τῷ Ἰεζεκιὴλ γεγραμμένοις οὕτως ὔχουσιν· »ὁ δίκαιος ἐὰν ἀποστρέψῃ ἀπὸ τῶν δικαιοσυνῶν αὐτοῦ καὶ ποιήσῃ παράπτωμα, οὐ μὴ μνησθήσομαι τῶν δικαιοσυνῶν αὐτοῦ ὧν ἐποίησε«. διὰ τί; τὰς γὰρ δικαιοσύνας τὰς μετὰ πόνου γενομένας παραλαμβάνει Ναβουχοδονόσορ καὶ ἀφανίζει Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος. »Καὶ πᾶσαν τιμὴν« τῆς Ἱερουσαλὴμ παραλαμβάνει, ὅτε ἄνθρωπος γενόμενος ἐν τιμῇ ὑπὸ θεοῦ καὶ »ἐν τιμῇ ὤν« »οὐ συνῆκε« καὶ ἥμαρτεν. ἐὰν οὖν εἰδῇς ἐν τιμῇ ὢν καὶ κληθεὶς εἰς τὴν τιμὴν πάλιν σεαυτὸν διὰ τῶν ἁμαρτημάτων ὑβρίσῃς, τὴν τιμὴν τῆς Ἱερουσαλὴμ παραλαμβάνει ὁ βαβυλώνιος βασιλεύς. »καὶ πάντας τοὺς θησαυροὺς βασιλέως Ίούδα«. πλουτεῖ ἡ Ἱερουσαλήμ, ἀλλ᾿ ἐὰν ἁμάρτῃ, τοὺς θησαυροὺς αὐτῆς λαμβάνει ὁ βαβυλώνιος. »καὶ διαρπῶνται αὐτοὺς καὶ λήψονται αὐτοὺς καὶ ἄξουσιν αὐτοὺς εἰς Βαβυλῶνα. καὶ σύ, Πασχώρ, καὶ πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου πορεύεσθε ἐν αἰχμαλωσίᾳ εἰς Βαβυλῶνα, κἀκεῖ ἀποθανῇ, κἀκεῖ ταφήσῃ«. ὁ ἐν Συγχύσει καταλαμβανόμενος ἐν Βαβυλῶνι ἀποθνῄσκει· καὶ ὀ ἐναντίως διακείμενος τῷσυνθάπτεσθαι τῷ Χριστῷ, οὗτος ἐν Βαβυλῶνι θάπτεται. ἔστι γὰρ καὶ ταφῆναι μετὰ Χριστοῦ καλῶς διὰ τοῦ βαπτίσματος κατὰ τὸ »συνετάφημεν τῷ Χριστῷ, καὶ συνανέστημεν αὐτῷ«. ὡς μυστήριόν ἐστι τὸ συνταφῆναι τῷ Χριστῷ, οὕτω μυστήριόν ἐστι κατὰ ἀνομίαν γενόμενον [ἐπὶ] τὸ ἁμαρτωλὸν ὄντα ταφῆναι εἰς Βαβυλῶνα. »καὶ πάντες« φησὶν »οἱ φίλοι σου ἐκεῖ ἀπελεύσεσθε οἷς ἐπροφήτευσας αὐτοῖς ψευδῆ«. ὁ διηγούμενος κακῶς τὰ λόγια τοῦ θεοῦ καὶ τοὺς προφητικοὺς λόγους βάλλων εἰς καταρράκτην, προφητεύει μὲν οὗτος, προφητεύει δὲ ψευδῆ· διηγούμενος γάρ τις τοὺς προφητικοὺς λόγους, ἐὰν μὲν ἀληθεύῃ, καὶ αὐτὸς προφητεύει καὶ προφητεύει ἀληθῆ, εἰ δὲ ψεύδεται, ψευδοπροφήτης ἐστὶ καταψευδόμενος τῶν λόγων τῶν προφητικῶν.

---

Origenes, In Jeremiam (Homiliae 12-20), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg021.local001/.
