Ancient Greek
Ὁμιλία ιθ΄. Εἰς τὸ »καὶ ἤκουσε Πασχὼρ υἱὸς Ἐμμὴρ ὁ ἱερεύς« μέχρι τοῦ »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην«.
Origen, In Jeremiam (Homiliae 12-20) 15.1
Not analysed yet
(18,) Καὶ δὴ τετέλεσται ἡ μία περικοπή, ἤδη δὲ καὶ τῆς δευτέρας ἀρξώμεθα· καὶ γὰρ ἔχει πράγματα εὐθέως ἀπὸ τῆς πρώτης λέγεως οὐ τὰ τυχόντα. καὶ προσέχοντες τῇ λέξει πάλιν αἰτήσωμεν ἥκειν τὸν Ἰησοῦν, καὶ ἐπιφανέστερόν γε καὶ λαμπρότερον ἥκειν αὐτὸν παρακαλῶμεν, ἵνα ἐλθὼν διδάξῃ πάνταες ἡμᾶς, πότερον ἀληθεύων ἔλεγεν ὁ πρόφήτης, ὡς πρέπει νοεῖν περὶ προφήτου, τὰ ἑξῆς ἢ ψευδόμενος, ὃ οὐ θε\μιτὸν λέγειν περὶ προφήτου ἁγίου. λέγει δὲ πρὸς τὸν θεόν· »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην, ἐκράτησας καὶ ἠδυνάσθης· ἐγενόμην εἰς γέλωτα, πᾶσαν τὴν ἡμέραν διετέλεσα μυκτηριζόμενος· ὅτι πικρῷ λόγῳ μου γελάσομαι, ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι· ὅτι ἐγενήθη ὁ λόγος κυρίου εἰς ὀνειδισμὸν ἐμοὶ καὶ χλευασμὸν πᾶσαν ἡμέραν. καὶ εἶπα· οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου, καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ. καὶ ἐγένετο ἐν τῇ καρδίᾳ μου ὡς πῦρ φλεγόμενον καῖον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν, ὅτι ἤκουσα ψόγον πολλῶν συναθροιζομένων κυκλόθεν«, καὶ »λεγόντων« δηλονότι· »ἐπισύστητε, καὶ ἐπισυστῶμεν αὐτῷ ἄνδρες φίλοι αὐτοῦ· τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ εἰ ἀπατηθήσεται, καὶ δυνησόμεθα αὐτῷ καὶ ληψόμεθα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ«. ἀλλὰ ταῦτα ἐκείνων λεγόντων φησὶν ὁ προφήτης· »καὶ κύριος μετ᾿ ἐμοῦ καθὼς μαχητὴς ἰσχύων· διὰ τοῦτο ἐδίωξαν καὶ νοῆσαι οὐκ ἠδύναντο· ᾐσχύνθησαν σφόδρα, ὅτι οὐκ ἐνόησαν ἀτιμίας αὐτῶν, αἳ δι᾿ αἰῶνος οὐκ ἐπιλησθήσονται«. αὕτη ἡ περικοπὴ ἡ δευτέρα τοῦ ἀναγνώσματος. Πῶς οὖν λέγει ὁ προφήτης· »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην«; θεὸς ἀπατᾷ; πῶς οἰκονομήσω τὸν λόγον, ἀπορῶ. ἐὰν γὰρ διὰ τὸν θεὸν καὶ τὸν λόγον αὐτοῦ βλέπω τι εἰς αὐόν, οἰκονομίας δεῖται γενναίας τὰ λεχθησόμενα. παυσάμενος τοῦ ἀπατᾶσθαι λέγει ὁ προφήτης· »ἠπάτησάς με κύριε, καὶ ἠπατήθην«, ὡς τῆς στοιχειώσεως καὶ εἰσαγωγῆς γεγενημένης αὐτῷ ἐν ἀπάτῃ καὶ μὴ δυναμένῳ αὐτῷ στοιχειωθῆναι καὶ εἰσαχθῆναι εἰς θεοσέβειαν, ἐὰν μὴ πρότερον ἀπατηθῇ, ἵνα ἥκῃ ὕστερον ἐπὶ τὸ συναισθηθῆναι τῆς ἀπάτης. ἀρκεῖ δὲ μόνον παράδειγμά τι εἰπεῖν χρήσιμον εἰς τὰ προκείμενα. παιδίοις λαλοῦμεν ἄγοντες τὰ παιδία, καὶ οὐχ ὡς τελείοις λαλοῦμεν, ἀλλ᾿ ὡς παιδίοις δεομένοις [διὰ] τῆς παιδεύσεως λαλοῦμεν αὐτοῖς, καὶ ἀπατῶμεν τὰ παιδία φοβοῦντες [τὰ παιδία], ἵνα παύσηται τῆς ἐν παισὶν ἀπαιδευσίας, καὶ φοβοῦμεν τὰ παιδία ἀπάτης λόγους λέγοντες διὰ τὸ ὑποκείμενον τῇ νηπιότητι αὐτῶν, ἵνα διὰ τῆς ἀπάτης ποιήσωμεν αὐτὰ φοβηθῆναι καὶ διδασκάλοις φοιτῆσαι καὶ ἀπαγγεῖλαι καὶ ποιῆσαι τὰ ἐπιβάλλοντα προκοπῇ παιδίων. πάντες ἐσμὲν παιδία τῷ θεῷ καὶ δεόμεθα ἀγωγῆς παιδίων. διὰ τοῦτο ὁ θεὸς φειδόμενος ἡμῶν ἀπατᾷ ἡμᾶς (καὶ εἰ μὴ αἰσθανόμεθα τῆς ἀπάτης πρὸ καιροῦ), ἵνα μὴ ὡς ὑπερβεβηκότες τὸ νήπιον, μηκέτι δι᾿ ἀπάτης παιδευώμεθα, ἀλλὰ διὰ τῶν πραγμάτων. ἄλλως τὸ παιδίον εἰς φόβον ἄγεται, ἄλλως τὸ προκόψαν τῇ ἡλικίᾳ καὶ διαβεβηκὸς τὴν παιδικὴν ἡλικίαν. εἰ γὰρ δύναμαι δι᾿ ἀπάτης αὐτὸ παιδαγωγῶν †,ἵνα εἴπῃ ὁ ἀπατῶν θεός· »παι δεύσω αὐτοὺς ἐν τῇ ἀκοῇ τῆς θλίψεως αὐτῶν«. Ἱστορίας παραθήσομαι, πῶς ὁ θεὸς ἐπὶ σωτηρίᾳ ἀπατᾷ καὶ λέγει τινά, ἵνα παύσηται ὁ ἁμαρτωλὸς τοῦ ποιεῖν, ἃ ἐποίησεν ἄν, εἰ μὴ ἠκηκόει τῶνδε τινῶν τῶν λόγων. ὁ λέγων· »ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται« ἀληθεύων ἔλεγεν, ἢ οὐκ ἀληθεύων καὶ ἀπατῶν ἀπάτην ἐπιστρέφουσαν; ἥτις ἐπιστροφὴ εἰ μὴ γεγόνει, οὐκέτι ἀπάτη ἦν ἀλλ᾿ ἤδη ἀλήθεια τὸ λεγόμενον, καὶ ἦν ἂν ἀκολουθήσασα καταστροφὴ τῇ Νινευῇ. ἦν ἐπὶ τοῖς ἀκούουσιν, ἤτοι ἀπατηθεῖσι καὶ πιστεύσασι τοῖς λεγομένοις ὡς ἀληθέσιν εὐεργετηθῆναι καὶ μὴ καταστραφῆναι. ἢ μὴ γινομένου ἀληθοῦς τοῦ εἰρημένου καὶ μὴ ἀπατηθεῖσιν, ἀλλὰ καταλαβοῦσιν ὅτι τὰ εἰρημένα οὐκ ἔσται, καταφρονῆσαι τῶν εἰρημένων ὡς ἀπάτης καὶ παθεῖν οὐχὶ τὸ »ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται«, ἀλλὰ τολμῶ καὶ λέγω πολλῷ χαλεπώτερα τοῦ »ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ κατστραφήσεται«. τῇ γὰρ ὑποθέσει ἡμαρτηκότες [εἰ μὴ μετανοήκεισαν] Νινευῖται εἰ μὴ μετα<νε<νοήκεισαν, τάχα μὲν »ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται« ἐγίνετο· ἀλλ᾿ ἔστω ὅτι οὐκ ἐγίνετο τόδε, τούτου χεῖρον ἐγίνετο, πυρὶ αἰωνίῳ παρεδίδοντο. Διὰ τοῦτο ἄλλη κόλασις κατὰ τὸν νόμον εἴρηται τοῖς ὡς παιδίοις παιδαγωγουμένοις· οἷς »δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου [οὗ]«, ἄλλαι κολάσεις ἀναγεγραμμέναι εἰσίν. σύγκρινε τὰς κατὰ τὸν νόμον κολά- σεις ἁμαρτωλῶν ταῖς κατὰ τὸ εὐαγγέλιον κολάσεσιν ἁμαρτωλῶν, καὶ ὄψει ὅτι ἐκεῖνοι μὲν ὡς νήπιοι ἤκουσαν κολάσεω ἐκε΄νοις νηπίοις ἁρμοζουσῶν, ἡμεῖς δὲ ὡς τέλειοι τὴν ἡλικίαν ἀκούομεν κολάσεων χαλεπωτέρων. μοιχὸς εἰ τότε γεγένηται ὴ μοιχαλίς, ἡ ἀπειλὴ οὐ γέεννα, οὐ πῦρ αἰώνιον, ἀλλά· λίθοις λιθοβοληθήσεται· »λιθοβολείτω τω αὐτὸν πᾶσα ἡ συναγωγή«. ἐρεῖ ἀπελθὼν ὁ ἐν τούτοις εὑρεθεὶς μοιχός, ἡ ἐν τούτοις εὑρεθεῖσα μοιχαλίς· εἴθε καὶ ἐπ᾿ ἐμοῦ ὁ λόγος ἐρεῖ, ὁ λαὸς λίθοις με ἔβαλλε καὶ μὴ τετηρημένος ἤμην εἰς τὸ αἰώνιον πῦρ. »ἔνοχος« γὰρ »εἰς τὴν γέενναν τοῦ πυρὸς« οὐ μόνον ὁ μοιχός, ἀλλὰ καὶ ὁ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ »μωρέ«. εἰ δὲ ὁ εἰπὼν τῲ ἀδελφῷ αὐτοῦ »μωρέ«, »ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός«, ὁ μοιχὸς τίνι ἔνοχος ἔσται; μεῖζόν τι ζητῶ κολαστήριον τῆς γεέννης τοῦ πυρός. καὶ τάχα εἴποιμι ἂν ὅτι ἡ γέεννα τῶν ἀπουσίων, τῶν δυναμένων καθαρθῆναί ἐστιν. ὤσπερ δὲ ἐπὶ τῶν ἀγαθῶν, τῶν δικαίων, »ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν«, οὕτως ἃ ἡτοίμασε τοῖς ἁμαρτωλοῖς τῷ πορνεύειν, τῷ μοιχεύειν, »ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη«. εἰ γὰρ ἀνάβη ἐπὶ τὴν καρδίαν ᾧ ἔνοχος γίνεται ὁ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ· »μωρέ«, δῆλον ὅτι μεῖζόν ἐστι τοῦ ἀναβαίνοντος ἐπὶ καρδίαν τὸ ἡτοιμασμένον τοῖς τὰ χείρονα ἡμαρτηκόσιν. οὐ σύναμαι δὲ νοῆσαι μεῖζόν τι γεέννης, ἀλλὰ μόνον πιστεύω ὅτι μεῖζόν τι ἔστι γεέννης, τὸ ἡτοιμασμένον τοῖς μοιχεύουσιν. Οὕτως ἔρχομαι καὶ ἐπὶ τὰς λοιπὰς τὰς κατὰ τὸν νόμον καλάσεις, καὶ λαμβάνω λέξιν ἀποστολικὴν συνᾴδουσαν τούτοις καὶ σιωπήσασάν μου τὴν κόλασιν ἐὰν ἁμάρτω, ἐπειδὴ οὐ θέλω τὸ »ἠπάτησάς με κύριε, καὶ ἠπατήθην« παραδεξάμενος ἀπατηθῆναι καλῶς. τί δὲ λέγει ὁ ἀπόστολος; »ἀθετήσας τις νόμον Μωσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶ καὶ τρισὶ μάρτυσιν ἀποθνῄσκει· πόσῳ σοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας«; ὀνόμασον, ὦ Παῦλε, τὴν τιμωρίαν· εἶπον αὐτήν. ἀλλ᾿ οὐ λέγω αὐτήν, φησί· μεῖζόν ἐστι τῶν λεγομένων τὸ τῆς κολάσεως τῶν ἐν εὐαγγελίῳ ἁμαρτανόντων, μεῖζον τῶν ἀκουομένον, μεῖζον τῶν νοουμένων. διὰ τοῦτο εἰσήχθη ὡς παιδίον ὁ προφήτης, ἀκούσας καὶ φοβηθεὶς καὶ παιδευθεὶς καὶ μετἂ τοῦτο τελειωθεὶς λέγων· »ἠπάτησάς με κύριε, καὶ ἠπατήθην«. καὶ σὺ ὅσον εἶ παιδίον, φοβήθητι τὰς ,ἵνα μὴ πάθῃς τὰ ὑπὲρ τὸς ἀπειλάς, τὰς κολάσεις τὰς αἰωνίους, τὸ ἄσβεστον πῦρ, ἢ τάχα τι τούτου μεῖζον τὸ ἀποκείμενον τοῖς παρὰ τὸν ὀρθὸν λόγον ἐπὶ πλεῖον βεβιωκόσιν. ὧν πάντων μηδαμῶς πειραθείημεν, ἀλλὰ ἐν Χριστῷ Ἰησοῦ τελειούμενοι δικαιωθείημεν ἀξίως τῶν ἑορτῶν τῶν ἐπουρανίων καὶ τοῦ πάσχα τοῦ ἐκεῖ ἐπὶ τὴν ἀναγωγὴν ἐν χριστῷ Ἰησοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.