# In Jeremiam (Homiliae 12-20) 2-3

Origen, In Jeremiam (Homiliae 12-20), Ὁμιλία ιε΄. Εἰς τὸ »οἴμοι ἐγώ« πάλιν ἄλλως, μέχρι τοῦ »ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾿ ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ«.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-12-20/2-3

πρῶτον γὰρ ἀπὸ τοῦ προφητικοῦ λόγου ἴδωμεν, εἶτα καὶ κατὰ ἀναγωγήν, ἐὰν πρόρησίαν προφήτου. »οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ;« ὦ μῆτερ, ὡς τί με γεγέννηκας ἄνδρα δικαζόμενον πρὸς πάντας τοὺς ἐπὶ τῆς γῆς καὶ διακρίνεσθαι πρὸς πάντας τοὺς ἐπὶ τῆς γῆς; προέκειτο γὰρ τῷ προφήτῃ καὶ τούτῳ καὶ τῷ Ἡσαΐᾳ καὶ τοῖς λοιποῖς τὸ προφητικόν, διδάσκειν, ἐλέγχειν καὶ ἐπιστρέφειν. προέκειτο τοιγαροῦν καὶ τούτῳ τῷ προφήτῃ διακρίνειν, ἐλέγχειν, δικάζειν δυναμένῳ καὶ δικάζεσθαι μετὰ τῶν ἁμαρ- τωλῶν, ἐλέγχειν τὰ ἁμαρτήματα τοῦ λαοῦ. καὶ ὅσα αὐτοῖς πεποιήκασιν οἱ ἀπὸ τοῦ λαοῦ, τί δεῖ καὶ λέγειν; ἄλλον ἐλιθοβόλησαν, ἄλλον ἔπρισαν, ἄλλον ἀπέκτειναν »μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου«, τοῦτον εἰς λάκκον βορβόρου ἔβαλον ἐλεγχόμενοι. καὶ ἐπὶ πᾶσιν ὁ σωτὴρ ἡμῶν τοῦτο πεποίηκε καὶ κρειττόνως γε ἢ οὗτοι, ἅτε κύριος προφητῶν ὤν. καὶ γάρ, εἴπερ αὐτὸς ἐμαστιγώθη καὶ ἐσταυρώθη καὶ παρεδόθη ὑπὸ τῶν Ἰουδαίων ἢ ὑπὸ τῶν διδασκάλων τῶν Ἰουδαίων καὶ τοῦ ἡγουμένου τοῦ λαοῦ, εἶπεν· »οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί«· καὶ ἐπιλέγει καθ᾿ ἕκαστον »οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί«· καὶ ἐπιλέγει καθ᾿ ἕκαστον »οὐαί« καὶ »διὰ τοῦτο« τόδε καὶ τόδε. καὶ ἡμεῖς οὖν, εἰ σπουδάζομεν ἐπὶ τοὺς μακαρισμοὺς τῶν προφητῶν, ταὐτὰ ποιήσωμεν, ὥστε, διὰ τὸ λέγειν καὶ διὰ τὸ κριθῦναι πρὸς πολλοὺς ἀνθρώπους, καὶ εἰπεῖν· »οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ;«

---

Origenes, In Jeremiam (Homiliae 12-20), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg021.local001/.
