# In Jeremiam (Homiliae 12-20) 2.1-3

Origen, In Jeremiam (Homiliae 12-20), Ὁμιλία κ΄. "Εἰς τὸ »ἠμάτησάς με κύρις, καὶ ἠπατήθην« πάλιν ἄλλως μέχρι τοῦ »συνίων νεφροὺς καὶ καρδίας".. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-12-20/2.1-3

(19,) ζητοῦμεν γάρ, μήποτε ὡς ὁ πάντων θυμὸς κακὸς ὁ δὲ τοῦ θεοῦ ἐλεγκτικός, καὶ πάντων μὲν ἡ όργὴ χαλεπὴ ἡ δὲ καλουμένη τοῦ θεοῦ παιδευτική, καὶ πάντων μὲν ἡμῶν ἡ μεταμέλεια κατηγορεῖ ἀσθενείας τοῦ τοῦ πρὸ τῆς μεταμελείας, ἐπὶ δὲ τοῦ θεοῦ οὐ τοῦ θεοῦ κατηγορεῖ ἡ μεταμέλεια αὐτοῦ, ἀλλὰ τῶν ἔξω πραγμάτων ἐφ’ οἶς ἡ μεταμέλεια λαμβάνεται, οὕτω δεῖ νοῆσαι καὶ τὴν ἀπάτην τοῦ θεοῦ ἑτερογενῆ τυγχάνουσαν παρὰ τὴν ἡμετέραν ἀπάτην, ἣν ἀπατῶμεν. τίς οὖν ἡ παρὰ την τοῦ θεοῦ ἀπάτη, ἥντινα νοήσας ὁ προφήτης, ὅτε ἐπαύσατο ἀπατώμενος, φησὶ γνοὺς τὴν ὠφέλειαν τὴν ἀπὸ τοῦ ἠπατῆσθαι τὸ »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην«; Καὶ πρῶτον χρήσομαι παραδόσει Ἑβραϊκῇ, ἐληλυθυίᾳ εἰς ὴμᾶς διά τινος φυγόντος διὰ τὴν Χριστοῦ πίστιν καὶ διὰ τὸ ἐπαναβεβη- κέναι ἀπὸ τοῦ νόμου καὶ ἐληλυθότος ἔνθα διατρίβομεν. ἔλεγε δή τινα εἴτε μῦθον φαινόμενον εἴτε λόγον δυνάμενον προσάγειν τοὺς ἀκούοντας τῷ »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην.«. ἔλεγε δή τινα τοιαῦτα· ὀ θεὸς οὐ τυραννεῖ, ἀλλὰ βασιλεύει, καὶ βασιλεύων οὐ βιάζεται, ἀλλὰ πείθει, καὶ βούλεται ἑκουσίως παρέχειν ἑαυτοὺς τοὺς ὑπ’ αὐτῷ τῇ οἰκονομίᾳ αὐτοῦ, ἵνα μὴ κατὰ ἀνάγκην τὸ ἀγαθόν τινος ᾖ, ἀλλὰ κατὰ τὸ ἑκούσιον αὐτοῦ. ὅπερ καὶ ὁ Παῦλος ἐπιστάμενος ἔλεγεν έν τῇ πρὸς Φιλήμονα ἐπιστολῇ τώ Φιλήμονι περὶ τοῦ Ὀνησίμου· »ἵνα μὴ κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον«. ἠδύνατο τοίνυν ὁ τῶν ὅλων θεὸς ποιῆσαι νομιζόμενον ἀγαθὸν ἐν ἡμίν, ἴνα ἐξ ἀνάγκης ἐλεημοσύνας διδῶμεν καὶ ἐξ ἀνάγκης σωφρο- νῶμεν, ἀλλ’ οὐ βεβούληται. διὸ μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης προσ- τάσσει ὴμῖν ποιεῖν ἃ ποιοῦμεν, ἴνα ἑκούσιον ᾖ τὸ γινόμενον. ὁδὸν οὖν, ἱν οὕτως εἴπω, ζητεῖ πῶς ἂν ἑκουσίως τις ποιήσαιι ἃ ὁ θεὸς βούλεται. ἔλεγεν οὖν μοι ἡ παράδοσις καὶ τοιοῦτόν τι· ἐβούλετο τὸν Ἱερεμίαν πέμψαι προφητεύσοντα πᾶσι τοῖς ἔθνεσι καὶ πρὸ πάν- των τῶν ἐθνῶν τῷ λαῷ. ἐπεὶ δὲ αἱ προφητεῖαι σκυθρωπότερόν τι εἶχον ἀπήγγελλον γὰρ κολάσεις, ὃς ἕκαστος κατὰ τὴν ἀξίαν κο- λασθήσεται) , καὶ ᾔδει τὴν προαίρεσιν τοῦ προφήτου μὴ βουλομένου τὰ χείρονα προφητεῦσαι τῷ λαῷ Ἰσραήλ, διὰ τοῦτο ᾠκονόμησεν εἰ- πεῖν· »λάβε τὸ ποτήριον τοῦτο, καὶ ποτιεῖς πάντα τὰ ἔθνη ἃ ἐγὼ ἐξαποστελῶ σε πρὸς αὐτούς«. προσέταξεν οὐν ὁ θεὸς τῷ Ἱερεμίᾳ λαβεῖν ποτήριον, προτρεπόμενος δὲ αὐτὸν ἐπὶ τὸ λαβεῖν τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου<, φησί· >καὶ ἐξαποστελῶ σε πρὸς πάντα τὰ ἔθην ἔχοντα τοῦτο τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου<. ἀκούσας δὲ ὁ Ἱερεμίας ὅτι ἀποστέλλεται πρὸς πάντα τὰ ἔθνη, ὅτι διακονήσων αὐτοῖς ποτήριον ὀργῆς, ποτήριον κολάσεων, μὴ ὑπο- νοήσας ὅτι καὶ Ἰσραὴλ μέλλει πίνειν ἀπὸ τοῦ τῆς κολάσεως ποτη- ρίου, ἀπατηθεὶς ἔλαβε τὸ ποτήριον τοῦ ποτίσαι πάντα τὰ ἔθνη λαβὼν τὸ ποτήριον ἤκουσε· καὶ ποτιεῖς πρῶτον τὴν . ἐπεὶ οὖν ἄλλο μὲν προσεδόκησεν, ἄλλο δὲ αὐτῷ ἀπήντησεν, ἐπὶ τούτῳ δή φησιν· »ἠπατησάς με, κύριε, καὶ ἠπατήθην«. Παραπλήσιον ταύτῃ τῇ διηγήσει ἀπεδίδου καὶ ἐν τῷ Ἡσαΐᾳ· κἀ- κεῖνος γὰρ οὐκ εἰδὼς τί μέλλει προστάσσεσθαι λέγειν τῷ λαῷ, ἀκούει τοῦ θεοῦ κατὰ τὰ γεγραμμένα λέγοντος· »τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον;(( ὁ δέ, φησίν, ἀπεκρίνατο· »ἰδοὺ ἐγώ εἰμι· ἀπόστειλόν με«, ἀκούει· »πορεύθητι καὶ εἶπον λαῷ τούτῳ· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου« καὶ τὰ ὲξῆς. ἐπεὶ οὐν μὴ εἰδὼς ὃ μέλλει προφητεύειν καὶ ὅτι μέλλει ἀπει- λεῖν τῷ λαῷ τοιάδε εἶπεν· »ἰδοὺ ἐγώ εἰμι· ἀπόστειλόν με«, διὰ τοῦτο, φησίν, ἐν τοῖς ἑξῆς »φωνὴ λέοντος· βόησον((, ὀ δὲ οὐκ ἀπεκρίνατο ὡς πρόθυμος ποιῆσαι τὸ προστασσόμενον, ἀλλ εἰπε· »τί βοήσω;« εὐλαβεῖτο γὰρ μήποτε πάλιν ἀκούσῃ ὡς ἐπὶ τῆς προτέρας προφητείας· «πορεύθητι καὶ εἶπον τῷ λαῷ τούτῳ· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε.« »τί« οὗν »βοήσω;« »πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου« καὶ τὰ ἑξῆς. οὐδὲν ἤκουσεν ἐν τού- τοις κατὰ τοῦ Ἰσραήλ. ταῦτ’ ἔλεγεν ἡμῖν ἐκεῖνος παραδιδοὺς τὸ »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην«.

---

Origenes, In Jeremiam (Homiliae 12-20), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg021.local001/.
