# In Jeremiam (Homiliae 12-20) 3-6

Origen, In Jeremiam (Homiliae 12-20), Ὁμιλία ιη΄. Εἰς τὸ »ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ἱερεμίαν λέγων· ἀνάστηθι καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ κεραμέως« μέχρι τοῦ »τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ συριγμόν«.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-12-20/3-6

Καταβαίνει οὖν ὁ προφήτης εἰς τὸν τοῦ κεραμέως οἶκον καὶ διηγεῖται ἃ ἐθεάσατο λέγων· »καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν χειρῶν αὐτοῦ, καὶ διέπεσε τὸ ἀγγεῖον ὃ αὐτὸς ἐποίει ἐν τῷ πηλῷ ἐν ταῖς χερσὶν αὐτοῦ· καὶ πάλιν ἐποίησεν αὐτὸ ἕτερον ἀγγεῖον, καθὼς ἤρεσεν ἐναντίον αὐτοῦ ποιῆσαι«. ἀλλ᾿ οὐκ οἶδα τί ἑώρακεν ὁ προφήτης παρὰ τῷ κεραμεῖ γενόμενος. εἶδε γὰρ ἐργαζόμενον τὸν κεραμέα· πήλινον ἦν τὸ σκεῦος τὸ γεγενημένον· διέπεσε τὸ σκεῦος. τί ἀκριβῶς οὐκ εἶπεν· ἀφῆκε τὸ σκεῦος ἐκ τῆς χειρὸς αὐτοῦ, οὐδὲ τῷ κεραμεῖ ἀνέθηκε τὴν αἰτίαν; ἀλλ᾿ ἐπεὶ ὁ λόγος ἐστὶ περὶ ἐμψύχων σωευῶν, ἅτινα παρ᾿ ἑαυτὰ διαπίπτει, διὰ τοῦτο εἴρηται· »διέπεσε τὸ σκεῦος ἀπὸ τῶν χειρῶν αὐτοῦ«. πρόσεχε οὖν καὶ σὺ σαυτῷ, μήποτε ἐν ταῖς χερσὶν ὢν τοῦ κεραμέως καὶ ἔτι πλασσόμενος παρὰ σαυτὸν διαπέσῃς ἐκ τῶν χειρῶν αὐτοῦ. »οὐδεὶς« μὲν γὰρ ἁρπάζει »ἐκ τῶν χειρῶν αὐτοῦ« κατὰ τὰ εἰρημένα ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ. οὐ μὴν γέγραπται ὅτι ὡς οὐδεὶς ἁρπάζει, οὕτως οὐδεὶς διαπίπτει ἐκ τῶν χειρῶν αὐτοῦ· τὸ γὰρ αὐτεξούσιον ἐλεύθερόν ἐστι. καί φημι· οὐδεὶς μὲν ἁρπάσει ἐκ τῆς χειρὸς τοῦ ποιμένος, ἐκ τῆς χειρὸς τοῦ θεοῦ οὐδεὶς δύναται ἡμᾶς λαβεῖν· δυνάμεθα δὲ ἡμεῖς ἀμελήσαντες διαπεσεῖν ἐκ τῶν χειρῶν αὐτοῦ.

---

Origenes, In Jeremiam (Homiliae 12-20), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg021.local001/.
