# In Jeremiam (Homiliae 12-20) 3.1-2

Origen, In Jeremiam (Homiliae 12-20), Ὁμιλία κ΄. "Εἰς τὸ »ἠμάτησάς με κύρις, καὶ ἠπατήθην« πάλιν ἄλλως μέχρι τοῦ »συνίων νεφροὺς καὶ καρδίας".. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-12-20/3.1-2

(19,) Ἐγὼ δὲ εὔχομαι, ἃ λαμβάνω ἀπὸ τῶν διδόντων μὴ τηρῆσαι μόνον μηδὲ κατορύξαι τὸ τάλαντον τῶν λεγόντων μοι εἰς τὴν γῆν< μηδὲ >τὴν μνᾶν τῶν διδασκόντων τι χρήσιμον ἀποδῆσαι ἐν σουδαρίῳ<, ἀλλὰ πλεονασμὸν ποιῆσαι τῶν μαθημάτων ὧν λαμβάνω ἀπὸ τοῦ παραδιδόντος καὶ δυναμένου παραδοῦναι χρήσιμα. εὔχομαι τὴν μνᾶν εἴτε εὐαγγελίου εἴτε ἀποστόλου εἴτε προφήτου εἴτε νόμου ποιῆσαι πολλαπλασίονα. ταῦτ᾿ οὖν ἀκούσας ἐσκόπουν κατ᾿ ἐμαυτὸν περὶ τοῦ »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην«. καὶ σκοπῶν εὔχομαι εὑρίσκειν τι εἰς τὸν τόπον ἀληθές. μήποτε οὖν, ὡς πατὴρ υἱὸν ἔτι νήπιον ὄντα ἀπατᾶν ἐπὶ συμφέροντι βούλεται, οὖν ἄλλως δυνάμενον ὠφεληθῆναι ἐὰν μὴ ὁ παῖς ἀπατηθῇ, ὡς ἰατρὸς ἀπατᾶν τὸν κάμνοντα πραγματεύεται, μὴ δυνάμενον θεραπευθῆναι ἐὰν μὴ ἀπάτης παραδέξηται λόγους, οὕτω καὶ ὁ τῶν ὅλων θεός, ἐπεὶ προκείμενον ἔχει ὠφελῆσαι τὸ τῶν ἀνθρώπων γένος. λεγέτω ὁ ἰατρὸς τῷ κάμνοντι· τμηθῆναί σε δεῖ, καυτηριασθῆναί σε δεῖ, ἄλλα χαλεπώτερα παθεῖν σε δεῖ· οὐκ ἂν παράσχοι ἑαυτὸν ἐκείνος. ἀλλ᾿ ἐνίοτε ἄλλο λέγει, καὶ ἔκρυψεν ὑπὸ τὸν σπόγγον ἐκεῖνο τὸ τέμνον, τὸ διαιροῦν σιδήριον, καὶ πάλιν κρύπτει, ἵν᾿ οὕτως ὀνομάσω, ὑπὸ τὸ μέλι τὴν τοῦ πικροῦ φύσιν καὶ τὸ ἀηδὲς φάρμακον, βουλόμενος οὐ βλάψαι ἀλλ᾿ ἰάσασθαι τὸν θεραπευόμενον. τοιούτων φαρμάκων πεπλήρωται ὅλη ἡ θεία γραφή. καὶ τινὰ μέν ἐστι χρηστὰ κρυπτόμενα, τινὰ δέ ἐστι πικρὰ κρυπτόμενα. ἐὰν ἴδῃς πατέρα ἀπειλοῦντα ὡς μισοῦντα τὸν υἱὸν καὶ λέγοντα τῷ υἱῷ φοβερὰ καὶ μὴ ἐπιδεικνύμενον τὴν φιλοστοργίαν, ἀλλὰ κρύπτοντα τὴν ἀγάπην τὴν πρὸς τὸν υἱόν, ὄψει ὅτι ἀπατᾶν βούλεται τὸ νήπιον· οὐ γὰρ συμφέρει τῷ υἱῷ τὸ ἐπίστασθαι τὴν ἀγάπην τοῦ πατρός, τὴν προαίρεσιν τὴν φιλικήν· ἐκλυθήσεται γὰρ καὶ οὐ παιδευθήσεται. διὰ τοῦτο κρύπτει μὲν τὸ γλυκὺ τῆς φιλοστοργίας, δείκνυσι δὲ τὸ πικρὸν τῆς ἀπειλῆς. Τοιοῦτόν τι ποιεῖ ἐκ τοῦ ἀνὰ λόγον πατρὶ καὶ ἰατρῷ ὁ θεός. ἔστι πικρά τινα, ἅ καὶ τὸν δικαιότατον μὲν ἰᾶται καὶ τὸν σοφώτατον . . . πάντα γὰρ τὸν ἁμαρτήσαντα ἐπὶ ταῖς ἁμαρτίαις κολασθῆναι δεῖ. »μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται«. >εἴτε πόρνος εἴτε μοιχὸς εἴτε μαλακὸς εἴτε αρσενοκοίτης εἴτε κλέπτης εἴτε μέθυσος εἴτε λοίδορος εἴτε ἅρπαξ, βασιλείαν θεοῦ οὐ κληρονομήσουσι<. τοῦτο ἐὰν νοηθῇ καὶ ἀκριβωθῇ ὑπὸ τῶν μὴ δυναμένων ἰδεῖν τὸ ἰατρικὸν σιδήριον ὑπὸ τὸν σπόγγον, ὑπὸ τῶν μὴ δυναμένων νοῆσαι τὸ κικρὸν φάρμακον ὑπὸ τὸ μέλι, ἐκκακήσει τις. τίς γὰρ ἡμῶν οὐ σύνοιδεν ἑαυτῷ πιόντι οὐ μετὰ βουλῆς καὶ μεθυσθέντι; τίς ἡμῶν καθαρεύει ἀπὸ κλοπῆς καὶ ἀπὸ τοῦ μὴ πεπορικέναι τὰ ἐπιτήδεια δεόντως; ἀλλ᾿ ὅρα τί λέγει ὁ λόγος· >μὴ πλανᾶσθε, ὅτι οὗτοι βασιλείαν θεοῦ οὐ κληρονομήσουσι<. τὸ κατὰ τὸν τόπον μυστήριον κεκρύφθαι δεῖ, ἵνα μὴ ἐκκακήσῃ ὁ πολύς, ἵνα μὴ μαθὼν τὰ πράγματα προσδοκήσῃ τὴν ἔξοδον οὐχ ὡς ἀνάπαυσιν, ἀλλ᾿ ὡς κόλασιν. ἢ τίς εὑρεθήσεται Παῦλος ὁ δυνάμενος λέγειν· >κάλλιον γὰρ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι<; ἐμὰ ξύλα καυθῆναι ἐν ἐμοὶ δεῖ. οἶδα γὰρ ὅτι ἐὰν ἐξέλθω, τὰ ἐμὰ ξύλα καυθῆναι ἐν ἐμοὶ δεῖ. ξύλα δὲ ἔχω τὰς λοιδορίας, ξύλα ἔχω τὰς μέθας, ξύλα τὰς κλοπάς, καὶ ἄλλα μυρία ξύλα ἐπῳκοδόμησά μου τῇ οἰκοδομῇ. ὁρᾷς ὅτι ταῦτα πάντα λανθάνει τοὺς πολλοὺς τῶν πεπιστευκότων, καὶ καλῶς λανθάνει· καὶ ἕκαστος ἡμῶν οἴεται, ἐπεὶ μὴ εἰδωλολάτρησεν, ἐπεὶ μὴ πεπόρνευκεν (εἴθε κἂν ἐπὶ τῶν τοιούτων καθαρεύοιμεν), ὅτι ἀπαλλαγεὶς τοῦ βίου σωθήσεται. οὐ βλέπομεν ὅτι »τοὺς πάντας ἡμᾶς παρασταθῆναι δεῖ ἔμπροσθαν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον«. οὐ βλέπομεν τὸν εἰρηκότα· »πλὴν ὑμᾶς ἔγνων ἐκ πάντων, τῶν φυλῶν τῆς γῆς· διὰ τοῦτο ἐκδικήσω ἐφ᾿ ὑμᾶς ἐπὶ πάντα τὰ ἐπιτηδεύματα ὑμῶν«, οὐχὶ τινὰ μὲν τινὰ δὲ οὔ. Ἐπεὶ τοίνυν ὁ ἰατρὸς ἐνίοτε ἀποκρύπτει τὸν ἰατρικὸν σίδηρον ὑπὸ τὸν ἁπαλὸν καὶ τρυφερὸν σπόγγον, κρύπτει δὲ καὶ ὁ πατὴρ τὴν φιλοστοργίαν διὰ τῆς ἐμφάσεως τῆς ἀπειλῆς, καὶ αἱ ἀπάται αἱ μὲν ἀφαιρῦσι τὰ στεατώματα καὶ τοὺς κιρσοὺς καὶ εἴ τι ἄλλο βλάπτει τὴν τοῦ σώματος κατασκευήν, ἡ δὲ περιαιρεῖ τὴν ἀπαιδευσίαν καὶ τὴν χαύνωσιν· τοιοῦτον δή τι νενόηκε ποιεῖν τὸν θεὸν ὁ προφήτης μυστικῶς καὶ λέγει ἰδὼν ἅ ἠπάτηται ὑπὸ τοῦ θεοῦ ἐπὶ καλῷ [καὶ λέγει]· »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην«. ἤγαγεν αὐτὸν ἐπὶ τὴν τηλικαύτην χάριν, ἐπὶ τὸ εὔξασθαι καὶ εἰπεῖν τῷ θεῷ· ἀπάτησόν με, εἰ τοῦτο συμφέρει. ἄλλη γὰρ ἡ ἀπάτη ἡ ἀπὸ τοῦ θεοῦ, ἄλλη ἡ ἀπάτη ἡ ἀπὸ τοῦ ὄφεως. ὅρα τί λέγει ἡ γυνὴ τῷ θεῷ· »ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον«. καὶ ἡ μὲν ἀπάτη ἡ ἀπὸ τοῦ ὄφεως ἐξεῖλε τὸν Ἀδὰμ καὶ τὴν γυναῖκα αὐτοῦ ἀπὸ τοῦ παραδείσου τοῦ θεοῦ· ἡ δὲ ἀπάτη ἡ γενομένη τῷ προφήτῃ τῷ εἰπόντι· »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην« ἤγαγεν αὐτὸν ἐπὶ τὴν τηλικαύτην τῆς προφητείας φητείας χάριν, ἐπὶ τὸ αὐξῆσαι ἐν αὐτῷ τὴν δύναμιν, ἐπὶ τὸ τελειωθῆναι αὐτὸν καὶ δυνηθῆναι ὑπηρετήσασθαι μετὰ τοῦ μὴ φοβεῖσθαι ἄνθρωπον τῷ βουλήματι τοῦ λόγου τοῦ θεοῦ. ταῦτα μὲν οὖν καὶ ἡμεῖς νοοῦντες καὶ ἐπὶ τοῦ παρόντος καὶ εἰς τὸ μέλλον εὐξώμεθα ἀπατᾶσθαι ὑπὸ τοῦ θεοῦ. μόνον μὴ ὁ ὄφις ἀπατησάτω ἡμᾶς. καὶ ἀλλαχοῦ τούῳ συγγενὲς γέγραπται, ὅτι εἴρηται ἐν τῷ Ἡσαΐᾳ· »κύριος γὰρ ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως«. ἐπιστήσεις κἀκεῖ τί ποιεῖ τὸ πνεῦμα τῆς πλανήσεως κιρνάμενον ἀπὸ τοῦ θεοῦ. καλῶς δέ, ὅτι οὐκ ἄκρατον δέδωκεν ὁ θεὸς τὸ πνεῦμα τῆς πλανήσεως, ἀλλ᾿, ὡς ὠνόμασεν ὁ προφήτης, ἐκέρασεν αὐτό.

---

Origenes, In Jeremiam (Homiliae 12-20), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg021.local001/.
