Ancient Greek
Ὁμιλία κ΄. "Εἰς τὸ »ἠμάτησάς με κύρις, καὶ ἠπατήθην« πάλιν ἄλλως μέχρι τοῦ »συνίων νεφροὺς καὶ καρδίας".
Origen, In Jeremiam (Homiliae 12-20) 4.1-3
Not analysed yet
(19,) Παρακινδυνεῦσαι θέλω καὶ παράδειγμα δοῦναι ὠφελημένων ἠπατημένων. εἰσὶ τινες οἵ διὰ τοῦτο ἀσκοῦσι τὴν ἁγνείαν καὶ τὴν καθαρότητα, καὶ ἄλλοι οἵ διὰ τοῦτο ἀσκοῦσι τὴν μονογαμίαν, ἐπεὶ προσεδόκησαν ἀπόλλυσθαι τὸν συνουσιάσαντα γαμικῶς, ἀπόλλυσθαι τὸν διγαμήσαντα. συγκρίνωμεν καθ᾿ ἑαυτούς, τί λυσιτελεῖ τῇ μονογάμῳ, ἠπατῆσθαι καὶ οἴεσθαι κολάζεσθαι καὶ αἰωνίῳ κολάσει παραδίδοσθαι τὴν δίγαμον, ἵνα μείνῃ μονόγαμος καὶ καθαρά, ἢ γνῶναι τὸ ἀληθὲς καὶ διγαμῆσαι; νομίζω, παντὸς οὑτινοσοῦν βλέποντος τὸ ἀκόλουθον ἔστιν εἰπεῖν, ὅτι μακαριώτερον μὲν ἦν τὸ καθαρεύειν καὶ μὴ διγαμεῖν μὴ ἠπατημένην καὶ ὁρᾶν ὅτι μετέχει μὲν σωτηρίας τινὸς καὶ ἡ δίγαμος, οὐ μὴν τοσαύτης μακαριότητος, ὅσης παρὸν διγαμεῖν καθαρεύσασα· εἰ δὲ μὴ δύναται τοῦτο, βέλτιον τὸ ἠπατῆσθαι ὡς ἀπολλυμένων διγάμων καὶ διὰ τὴν ἀπάτην καθαρεύειν, ἢ τὸ ἀληθὲς ἐγνωκέναι καὶ ἐν ἐλάττονι γεγονέναι τῷ τῶν διγάμων τάγματι. τοιοῦτόν τι εὑρήσεις καὶ ἐπὶ τινων ἀσκούντων τὴν ἁγνείαν καὶ τὴν καθαρότητα τὴν παντελῆ. πολλὰ δ᾿ ἂν καὶ ἄλλα εὑρεθείη κατὰ ἀπάτην ὑφ᾿ ἡμῶν γινόμενα καὶ ὠφελοῦντα ἠμᾶς. πόσοι δὲ νομιζόμενοι σοφοί, εὑρόντες τὸ περὶ κολάσεως ἀληθὲς καὶ διελθόντες δῆθεν τὰ τῆς ἀπάτης, ἐν χείρονι γεγόνασι βίῳ; ἐλυσιτέλει αὐτοὺς φρονεῖν, ὡς ἐφρόνουν πρότρον περὶ τοῦ »ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει« καὶ ὅτι »τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται« καὶ ὅτι »ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί« καὶ ὅτι >τὸ ἄχυρον κατακαυθήσεται πυρὶ ἀσβέστῳ< ἐὰν δὲ ἄλλο τι φαντασθέντες παρὰ τὴν πρώτην αὐτῶν ἔννοιαν >μέλλωσι τοῦ πλούτου τῆς χρηστότητος τοῦ θεοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροῦμίας καταφρονεῖν<, ὅρα εἰ μὴ αληθῶς διὰ τοῦτο, ἐπεὶ μὴ ἔδοξαν ἠπατῆσθαι, ἐθησαύρισαν αὑτοῖς »ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλυψεως καὶ δικαιοκρισίας τοῦ θεοῦ«, οὐκ ἂν θησαυρίσαντες εἰ ἠπατήθησαν. ταῦτα διὰ τὴν ἀπὸ θεοῦ ἀπάτην, ἐπεὶ εἶπεν ὁ προφήτης· »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην«. Παρέλθωμεν δὲ ἰδίᾳ καὶ εἰς τὸ »ἠπατήθην«. διὰ τί οὐκ εἶπε μόνον τὸ »ἠπάτησάς με, κύριε«, ἀλλὰ προσέθηκε καὶ τὸ »ἠπατήθην«; ἔστιν ἐνίοτε ἐπινοῆσαι [τι] ἐνεργοῦντά τινα τὴν ἀπάτην, ἄλλον δὲ φυλασσόμενον ἀπατηθῆναι καὶ οὐκ ἀπατώμενον. ὅταν δὲ ὁ μὲν ἐνεργήσῃ τὸ ἀπατᾶν, ὁ δὲ μὴ φυλάξηται τὸ ἀπατηθῆναι ἀλλ᾿ ἐμπέσῃ εἰς τὴν ἀπάτην, εἴποι ἄν· »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην«. ἐγὼ δὲ γενόμενος κατὰ τὸν τόπον καὶ τοιαῦτά τινα εἴποιμι ἂν ὅ ἐὰν λέγῃ μοι ὁ ὄφις, κἂν ἀληθῆ μοι λέγῃ κἂν ἀπατᾶν με θέλῃ, ὑφορῶμαι αὐτοῦ τοὺς λόγους πειθόμενος ὅτι, εἴτε ἀπατᾷ με εἴτε ἀληθεύει, βλάπτει με. καὶ ἡ ἀλήθεια γὰρ αὐτοῦ βλάπτει· οὐδὲν ὠφέλιμον ἀπὸ τοῦ ὄφεως γίνεται, ἐπεὶ >μὴ δύναται δένδρον πονηρὸν καρποὺς, ἀγαθοὺς ἐνεγκεῖν<. ὅ ἐὰν δὲ λέγῃ μοι ὁ θεὸς καὶ πείθωμαι ὅτι θεός ἐστιν ὁ λέγων, ἕτοιμός εἰμι παρέχειν ἐμαυτον. ἀληθεύει, δέχομαι· ἀπατᾶν με βού- λεται, ἑκὼν ἀπατῶμαι, θεός, με μόνος ἀπατάτω. καὶ ἐπεὶ παρέχω ἐμαυτόν, πειθόμενος θεὸς εἶναι τὸν λέγοντα, καὶ ἀπατᾶσθαι, καὶ οὐ περιεργάζομαι, θέλων ἀπατώμενος μὴ ὑπ᾿ ἄλλου, ἀλλ᾿ ὑπὸ τοῦ θεοῦ ἀπατηθῆναι, διὰ τοῦτο λέγω ὅτι οὐ μόνον σὺ ἐνήργησας τὸ ἀπατᾶν, ἀλλ᾿ ὅτι κἀγὼ πέπονθα τὸ ὑπὸ σοῦ ἀπατᾶσθαι, καὶ κατὰ τοῦτο λέγω ὅτι »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην«. τί δὲ ἀκολουθεῖ τῷ τὸν θεὸν εἶναι ἀπατῶντα καὶ ἄνθρωπον εἶναι τὸν ἀπατώμενον; »ἐκράτησας καὶ ἠδυνάσθης«. καὶ κρατήσας δύναται. ἐὰν δὲ μὴ κρατήσῃ, τότε μοι χρεία πόνων. »ἐκράησας καὶ ἠδυνάσθης«.