# In Jeremiam (Homiliae 12-20) 5-3

Origen, In Jeremiam (Homiliae 12-20), Ὅμιλία ις΄. Εἰς τὸ »ἰδοὺ ἐγὼ ἀποστέλλω τοὺς ἁλιεῖς τοὺς πολλούς, λέγει κύριος« μέχρι τοῦ »ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ ἐγκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτῶν«.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-12-20/5-3

ἵν᾿ οὖν μὴ ὑπολαμβάνωσιν οἱ ἁλιευθέντες καὶ μετὰ ταῦτα εἰς τὰ ὄρη ἐλθόντες, ὅτι ἐκ δικαιοσύνης αὐτοῖς ταῦτα γεγένηται, ὑπομιμνῄσκει οὐ μόνον ἐκείνους, ἀλλὰ καὶ ἡμᾶς ὁ λόγος τῶν προτέρων ἁμαρτημάτων. διὸ λέγεται μετὰ τὰς εὐεργεσίας· »καὶ οὐκ ἐκρύβη τὰ ἀδικήματα αὐτῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου«. Τὰ ἑξῆς ἀγῶνα μέλλει ἡμῖν ἐμποιεῖν. εἴτε γὰρ νοοῦμεν ὡς ἀκό- λουθα, φροντίσομεν ἐπιμελῶς περὶ τῆς ἀνταποδόσεως τῶν ἁμαρτημάτων· εἴτε δοκεῖ οὐκ ἀκόλουθα εἶναι τοῖς προαποδεδομένοις περὶ ἁλιευομένων καὶ θηρευομένων, καὶ οὕτως εἰς ἀγῶνα ἡμᾶς ἐμβάλλει οὐ τὸν τυχόντα. »καὶ ἀνταποδώσω« γὰρ φησι »πρῶτον διπλᾶς τὰς ἀδικίας αὐτῶν καὶ τὰς ἁμαρτίας αὐτῶν, ἐφ᾿ αἷς ἐβεβηλοῦσαν τὴν γῆν μου ἐν τοῖς θνησιμαίοις τῶν βδελυγμάτων καὶ ἐκ ταῖς ἀνομίαις αὐτῶν, ἐν αἷς ἔπλησαν τὴν κληρονομίαν μου«. τὸ »πρῶτον« εἴτε μὴ νοήσαντες ἐξεῖλάν τινες τῶν γεγραμμένων εἴτε καὶ οἰκονομήσαντες ἐξελεῖν οἱ Ἑβδομήκοντα, θεὸς ἂν εἰδείη. ἡμεῖς μέντοιγε συγκρίναντες ταῖς λοιπαῖς ἐκδόσεσιν εὕρομεν καίμενον· »καὶ ἀνταποδώσω πρῶτον διπλᾶς τὰς ἀδικίας αὐτῶν«, ἵνα δηλωθῇ ὅτι εἰ καὶ ἄξιοι διὰ τὰ δεύτερα αὐτῶν ἔργα μακαριότητος εἶεν, ἐπεὶ ἄνθρωποί εἰσι καὶ ἐν ἁμαρτίαις γεγόνασι, πρῶτον δεῖ ἀπολαβεῖν αὐτοὺς τὰς ἁμαρτίας αὐτῶν. καὶ ὅρα εἰ μὴ ὁ λόγος ἐστὶν ἀληθής. τίς οὐκ ἀπολήψεται τὰς ἁμαρτίας ἢ ὁ μετὰ τὸ πιστεῦσαι καὶ λαβεῖν ἄφεσιν ἁμαρτημάτων (ὡς ἀκοῦσαι τοῦ Ἰησοῦ λέγοντος· »ἀγέωνταί σοι αἱ ἁμαρτίαι«) μηκέτι ἁμαρτάνων; εἰ δὲ μετὰ τὴν ἄφεσιν τῶν ἁμαρτημάτων καὶ τὴν οἰκονομίαν τοῦ λουτροῦ τῆς παλιγγενεσίας ἁμαρτάνοιμεν, ὥσπερ ἡμεῖς οἱ πολλοὶ οἱ μὴ τελειωθέντες ὡς οἱ ἀπόστολοι, μετὰ τὸ ἁμαρτάνειν δὲ καὶ σὺν τῷ ἁμαρτάνειν τινὰ δεόντως πράττοιμεν, τί ἡμᾶς περιμένει, κατανοητέον. Ἆρα ἐὰν ἐξέλθωμεν τὸν βίον ἔχοντες ἁμαρτήματα, ἔχοντες δὲ καὶ ἀνδραγαμήματα, σωθησόμεθα μὲν διὰ τὰ ἀνδραγαθήματα, ἀπολυθησόμεθα δὲ περὶ τῶν ἐν γνώσει ἡμαρτημένων; ἢ κολασθησόμεθα μὲν διὰ τὰ ἁμαρτήματα, οὐδαμοῦ δὲ μισθὸν ληψόμεθα τῶν ἀνδραγαθημάτων; ἀλλ᾿ οὔτε τὸ ἕτερον, λέγω δὲ τὸ ἀπολαβεῖν τὰ χείρονα μὴ ἀπολαβεῖν δὲ τὰ κρείττονα, κατὰ δίκαιόν ἐστι τὸν θεόν, οὔτε τὸ ἕτερον, λέγω δὲ τὸ ἀπολαβεῖν τὰ κρείττονα μὴ ἀπολαβεῖν δὲ τὰ χείρονα, κατὰ δίκαιόν ἐστι τὸν θεόν, καθαίρειν βουλόμενον καὶ ἐκκόπτειν τὴν κακίαν. ἔστω γὰρ σε ᾠκοδομηκέναι, μετὰ τὸν θεμέλιον Χριστὸν Ἰησοῦν ὅν δεδίδαξαι, οὐ μόνον >χρυσὸν καὶ ἄργυρον καὶ λίθον τίμιον< — εἴγε ἔχεις χρυσὸν καὶ πολὺν χρυσὸν ἢ ὀλίγον· ἔστω σε ἔχειν ἄργυρον, λίθον τίμιον, οὐ μόνα δέ φημι ταῦτα, ἀλλ᾿ ἔστω σε ἔχειν καὶ >ξύλα καὶ χόρτον καὶ καλάμην< — τί βούλει σοι γενέσθαι μετὰ τὴν ἔξοδον; πότερόν ποτε εἰσελθεῖν εἰς τὰ ἄγια μετὰ τοῦ ξύλου σου καὶ μετὰ τοῦ χόρτου σου καὶ τῆς καλάμης, ἵνα μιάνῃς τὴν βασιλείαν τοῦ θεοῦ; ἀλλὰ πάλιν ἀπομεῖναι θέλεις διὰ τὸν χόρτον, διὰ τὰ ξύλα, διὰ τὴν καλάμην ἐν τῷ πυρὶ καὶ μηδὲν ἀπολαβεῖν ὑπὲρ τοῦ χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου; οὐδὲ τοῦτο εὔλογον.

---

Origenes, In Jeremiam (Homiliae 12-20), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg021.local001/.
