# In Jeremiam (Homiliae 12-20) 5-5

Origen, In Jeremiam (Homiliae 12-20), Ὁμιλία κ΄. "Εἰς τὸ »ἠμάτησάς με κύρις, καὶ ἠπατήθην« πάλιν ἄλλως μέχρι τοῦ »συνίων νεφροὺς καὶ καρδίας".. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-12-20/5-5

(19,) Ἑξῆς τούτοις λέγει· »ἐγενόμην τὸν τόπον ταῦτα ἤκουον, ὅτι Ἱερεμίας γέγονε κατὰ χρόνους ἁμαρτωλοτάτων (ἐπ᾿ αὐτοῦ γοῦν γέγονεν ἡ αἰγμαλωσία). καὶ οὕτως ἦσαν ἁμαρτωλοὶ ὥστε μυκτηρίζειν καὶ γελᾶν καὶ χλευάζειν, εἴ ποτε ὁ προφήτης τὸ προοίμιον ἔλεγε τὸ προφητικόν, τὸ »τάδε λέγει κύριος«. ἐγέλων οἱ ἀκούοντες καὶ ἐμυκτήριζον τὰ λεγόμνα. ἐφυλάξατο εἰπεῖν τὸ »τάδε λέγει κύριος« ὁ ἀπατηθεὶς καὶ ὠφεληθεὶς ἐκ τοῦ ἀπατᾶσθαι. διὸ καὶ αὐτὸς βουλόμενος ἀπατᾶν ἐπὶ τῷ ὠφελεῖσθαι ἐκ τοῦ ἀπατᾶν ἔλεγεν· ὅτι ἐμοὺς ὑμῖν λαλῶ, ἐπεὶ οὐκ ἀκούετε τοὺς τοῦ κυρίου λόγους. εἶτα ἐκεῖνοι παρεῖχον τὰς ἀκοὰς ὡς λόγοις Ἱερεμίου καὶ ἤκουον λόγων θεοῦ. ταῦτα δέ μοι ἔλεγεν ὁ παραδιδούς μοι τὸν τόπον, ἐξετάζων τὰ προοίμια καὶ τὰς ἀρχὰς τῶν προφητειῶν. ἔστι τοίνυν καὶ ἀρχὴ τῆς προφητείας Ἱερεμίου παρὰ μὲν ἡμῖν, ὡς οἱ Ἑβδομήκοντα παραδεδώκασιν οὐκ οἶδ᾿ ὅ, τι σκοπήσαντες· »τὸ ῥῆμα τοῦ θεοῦ ὅ ἐγἐνετο ἐπὶ Ἱεεμίαν τὸν τοῦ Χελκίου ἐκ τῶν ἱερέων«, ἐν δὲ τῷ Ἑβραϊκῷ καὶ ταῖς λοιπαῖς ἐκδόσεσι· »λόγοι Ἱερεμίου υἱοῦ Χελκίου«, καὶ πάντες συνεφώνησαν τῷ εἰπεῖν· »λόγοι Ἱερεμίου υἱοῦ Χελκίου«. διὰ τί οὖν »λόγοι Ἱερεμίου«; ἐπειδήπερ τὸ προοίμιον αὐτῷ ἐν τῷ λέγειν πρὸς τοὺς μὴ βουλομένους ακοῦσαι ἦν· ἀκούσατέ μου τοὺς λόγους. Καὶ ἡμεῖς ἔσθ᾿ ὅτε τοιαῦτα, ὅταν λυσιτελὲς ἡμῖν φανῇ, ποιοῦμεν. ἐνίοτε λόγους >τοῖς< ἀπὸ τῶν ἐθνῶν προσάγομεν βουλόμενοι αὐτοὺς προσαγαγεῖν τῇ πίστει, καὶ ἐὰν ἴδωμεν ὅτι διαβεβλημένοι εἰσὶ πρὸς Χριστιανισμὸν καὶ βδελύσσονται τὸ ὄνομα καὶ μισοοῦσι τὸ ἀκοῦσαι, ὅτι οὗτος ὁ λόγος Χριστιανῶν ἐστιν, οὐ προσποιούμεθα Χριστιανῶν λέγειν λόγον ὠφέλιμον. ἀλλ᾿ ὅταν ὁ λόγος ἐκεῖνος κατασκευασθῇ κατὰ δύναμιν ὑφ᾿ ἡμῶν, καὶ δοκῶμεν αἱρεῖν τὸν ἀκροατὴν οὐχ ὡς ἔτυχε τοῦ λεγομένου ἀκούσαντα, τότε ὁμολογοῦμεν ὅτι οὗτος ὁ ἐπαινετὸς λόγος Χριστιανῶν λόγος ἦν. καὶ ποιοῦμέν τι παραπλήσιον τῷ εἰπόντι οὐκέτι »τάδε λέγει κυριος« ἀλλὰ· ἀκούσατε λόγους ἐμοῦ τοῦ Ἱερεμίου. ταῦτα διὰ τὸ »ἐγενόμην εἰς γέλωτα«. Καὶ ἡμεῖς ἀγανακτοῦμεν, ἐὰν ποτε λαλοῦντες γελασθῶμεν, ὅπου Ἱερεμίας ὁ τοιοῦτός φησιν· »ἐγενόμην εἰς γέλωτα, πᾶσαν ἡμέραν διετέλεσα μυκτηριζόμενος«; τί λέγω, Ἱερεμίας; καὶ ὁ ἐμὸς Ἰησοῦς ἐμυκτηρίζετο· »ἤκουον« γάρ φησι «ταῦτα πάντα οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες, καὶ ἐμυκτήριζον αὐτόν«. ἀλλ᾿ 〉ὁ κύριος ἐκμυκτηρίζει〈 πάντας τοὺς ἐκμυκτηρίζοντας τοὺς λόγους τοῦ θεοῦ. »ἐγενόμην εἰς γέλωτα«. ὅρα ποταποὺς βίους ἐβίωσαν οἱ προφῆται, πῆ μὲν καταγελώμενοι, πῆ δὲ κινδυνεύοντες καὶ καταβαλλόμενοι καὶ λιθοβολούμενοι ὑπὸ τοῦ λαοῦ, ἀναιρούμενοι, μισούμενοι, ἐκδιωκόμενοι· και πάντα ἔπασχον καὶ ὑπέμενον, ἵνα κατὰ τὸ βούλημα τοῦ θεοῦ 〉δόξαν τὴν παρὰ τοῦ μόνου ζητοῦντες〈, κηρύσσοντες τὸν λόγον τύχωσι τοῦ τέλους τοῦ παρὰ τοῦ θεοῦ. »πᾶσαν τὴν ἡμέραν διετέλεσα μυκτηριζόμενος«. ἡμέραν διετέλεσε μυκτηριζόμενος·.

---

Origenes, In Jeremiam (Homiliae 12-20), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg021.local001/.
