Ancient Greek
Ὁμιλία ιδ΄. Εἰς τὸ »οἴμοι ἐγὼ μῆτερ« μέχρι τοῦ »διὰ τοῦτο τάδε λέγει κύριος· ἐὰν ἐπιστραφῇς, καὶ ἀποκαταστήσω σε«.
Origen, In Jeremiam (Homiliae 12-20) 5.1
Not analysed yet
Τὸ δὲ »οἴμοι μῆτερ, ὡς τίνα με ἐγέννησας ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ« οὐκ οἶμαι τοῖς ἄλλοις οὕτως ἁρμόζειν προφήταις λέγειν ὡς τῷ ῾Ιερεμίᾳ· οἱ μὲν γὰρ πολλοὶ τῶν προφητῶν μετά τινας χρόνους, μετὰ τὴν κακίαν, μετὰ τὰ ἀμαρτήματα μεταβαλόντες προφητεύειν ἤρξαντο, ῾Ιερεμίας δὲ ἐκ παίδων προφητεύει. καὶ ἔστι παράδειγμα διδόναι ἀπὸ τῶν γεγραμμένων. ῾Ησαΐας οὐκ ἤκουσε· πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε, προφήτην εἰς ἔθνη τέθεικά σε«· οὐδὲ εἶπεν· »οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι«, ἀλλ’ ὅτε εἶδε τὴν ὅρασιν τὴν ἀναγεγραμμένην ἐν τῇ προφητείᾳ αὐτοῦ, εἶδε] καὶ εἶπεν· »οἴμοι τάλας ἐγώ, ὅτι ἀκάθαρτα χείλη ἔχων ὲν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ, καὶ τὸν βασιλέα κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου«, »καὶ ἀπεστάλη« φησί »πρός με ἓν τῶν Σεραφίμ, καὶ ἥψατο τῶν χειλέων μου καὶ Εἶπεν· ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου τοῦτο καθαριεῖ«. μετὰ τὰς ἁμαρτίας οὖν, ἃς πρότερον ἐποίησεν, ὕστερον γέγονεν ἄξιος τοῦ ἁγίου πνεύματος Ἡσαΐας καὶ ἐπροφήτευσε. καὶ ἐπ᾿ ἄλλῳ τὸ παραπλήσιον εὕροις ἄν. ἄλλ᾿ οὐχ οὕτως ὁ Ἱερεμίας· ἔτι γὰρ ἐκ σπαργάνων τῷ πνεύματι τῷ προφητικῷ κοσμηθεὶς ἐκ παίδων προεφήτευσε, διὸ ἔλεγε (τὸ κοινὸν γὰρ πρῶτον διηγοῦμαι)· »οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἐγέννησας ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῇ γῇ«; Τῶν πρὸ ἐμοῦ δέ τις ἐπέβαλε τῷ τόπῳ λέγων ὅτι ταῦτα ἔλεγεν οὐ πρὸς τὴν μητέρα τὴν σωματικήν, ἀλλὰ πρὸς τὴν μητέρα τὴν γεννῶσαν προφήτας. τίς δὲ γεννᾷ προφήτας ἢ ἡ σοφία τοῦ θεοῦ; ἔλεγεν οὖν τὸ »οἴμοι ἐγώ, μῆτερ«, »ὡς τίνα με ἔτεκες«, ὦ σοφία; τὰ δὲ τέκνα τῆς σοφίας καὶ ἐν τῷ εὐαγγελίῳ ἀναγέγραπται· »καὶ ἀποστέλλει ἡ σοφία τὰ τέκνα αὐτῆς«. εἴρηται οὖν· »οἴμοι ἐγώ, μῆτερ« ἐμὴ σοφία »ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον«, τίς εἰμι ἐγώ, ὅτι εἰς τοσοῦτον γεγέννημαι, ἵνα δικάζωμαι, ἵνα διακρίνωμαι διὰ τοὺς ἐλέγχους, διὰ τὰς ἐπιπλήξεις, διὰ τὴν διδασκαλίαν πρὸς πάντας τοὺς ἐπὶ τῆς γῆς; ἐὰν ὁ Ἱερεμίας ταῦτα λέγῃ· »ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῆ γῇ«, οὐκ ἔχω διηγήσασθαι τὸ »πάσῃ τῇ γῇ«· οὐ γὰρ πάσῃ τῇ γῇ διεκρίνετο Ἱερεμίας. ἢ βιασάμενοι ἐροῦμεν τὸ »πάσῃ τῇ γῇ« ἀντὶ τοῦ πάσῃ τῇ Ἰουδαίᾳ; οὐ γὰρ ἔφθανεν ἡ προφητεία αὐτοῦ προφητεύοντος τότε εἰς πᾶσαν τὴν γῆν. μήποτε δὲ ὡς ἐπὶ ἄλλων μυρίων ἐδείξαμεν τὸν Ἱερεμίνα ἀντὶ τοῦ κυρίου ἡ μῶν Ἰησοῦ Χριστοῦ εἰρῆσθαι, οὕτως καὶ ἐνταῦθα ἐροῦμεν. ἐν τῇ ἀρχῇ ἐπεσημειωσάμην τὸ »ἰδοὺ τέθεικά σε εἰς ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν καὶ οἰκοδομεῖν καὶ καταφυτεύειν«. τοῦτο οὐκ ἐποίησεν ὁ Ἱερεμίας. Ἰησοῦς δὲ Χριστὸς τὰς τῆς [γῆς] ἁμαρτίας βασιλείας ἐξερρίζωσεν καὶ τὰς οἰκοδομὰς τὴς κακίας κατέσκαψε καὶ ἐποίησεν ἀντὶ ἐκείνων τῶν βασιλειῶν βασιλεῦσαι [ἡμῶν] τὴν δικαιοσύνην καὶ τὴν ἀλήθειαν ἐν ταῖς ψυχαῖς ἡμῶν. ὥσπερ οὖν ἐκεῖνα ἐπὶ τὸν Χριστὸν μᾶλλον ἥρμοζεν ἀναφέρεσθαι ἢ ἐπὶ τὸν Ἱερεμίαν, οὕτως ἡγοῦμαι καὶ ἄλλα πολλὰ καὶ ταῦτα.