# In Jeremiam (Homiliae 12-20) 5.1-2

Origen, In Jeremiam (Homiliae 12-20), Ὁμιλία ιη΄. Εἰς τὸ »ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ἱερεμίαν λέγων· ἀνάστηθι καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ κεραμέως« μέχρι τοῦ »τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ συριγμόν«.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-12-20/5.1-2

αὐτοῦ δὲ ἀκούσωμεν τοῦ κυρίου διηγουμένου καὶ λέγοντος· »εἰ καθὼς ὁ κεραμεὺς οὕτως οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς, οἶκος Ἰσραήλ; φησὶ κύριος. ἰδοὺ ὡς ὁ πηλὸς τοῦ κεραμέως οὕτως ὑμεῖς ἐστε ἐν χερσί μου. πέρας λαλήσω ἐπ᾿ ἔθνος καὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτοὺς καὶ τοῦ ἀπολλύειν, καὶ ἐπιστρέψει τὸ ἔθνος ἐκεῖνο ἀπὸ τῶν κακῶν αὐτῶν ὧν ἐλάλησα πρὸς αὐτό, καὶ μετανοήσω ἀπὸ τῶν κακῶν ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς. καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ βασιλείαν τοῦ ἀνοικοδομεῖσθαι καὶ καταφυτεύειν, καὶ ποιήσουσι τὰ πονηρὰ ἐναντίον μου τοῦ μὴ ἀκοῦσαι τῆς φωνῆς μου, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς, φησὶ κύριος«. τοῦτο τὸ κατὰ τὸν οἶκον τοῦ κεραμέως ὁρῶμεν ἀναφέρεσθαι οὐκ ἐπὶ τινα τῶν καθ᾿ ἕνα, ἀλλ᾿ ἐπὶ δύο ἔθνη· λέγει γὰρ ἀρξάμενος ὅτι μέλλει λέγειν περὶ ἐθνῶν, ἵνα τι ὑποβάλῃ τοῖς δυναμένοις ἀκούειν ἀπορρήτων μυστηρίων· »πέρας λαλήσω ἐπὶ ἔθνος«. ζήτει καὶ τὸ πέρας καὶ τὸ πρότερον ἔθνος, ἐξ᾿ ὃ λαλεῖ τὰ τῆς ἀπωλείας διὰ τὰς ἁμαρτίας αὐτῶν· καὶ λαλήσας τὰ τῆς ἀπωλείας διὰ τὰς ἁμαρτίας, οὐδὲν ἧττον ἐπαγγέλλεται ὅτι ἐὰν μετανοήσωσι, μετανοήσει περὶ τῶν κακῶν ὧν ἐλάλησε τοῦ ποιῆσαι αὐτοῖς. καὶ πάλιν λαλεῖ ἐπ᾿ ἄλλο ἔθνος δεύτερον »τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι« ὅλον ἔθνος· καὶ ἐπεὶ τοῦτο <τὸ> ἀνοικοδομούμενον καὶ καταφυτευόμενον ἔθνος ἐπαγγελίαν ἔχει καλήν, | δύναται δὲ ἁμαρτάνειν, φησὶ μετὰ τὸ λαλῆσαι ταῦτα, ἐὰν ἀποστῶσι τῶν ἔργων τῶν ἀγαθῶν· »μετανοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς«. Τίνα οὖν τὰ δύο ἔθνη, τὸ πρότερον ὀνομασθὲν ᾧ ἀπειλεῖ ὁ λόγος, καὶ τὸ δεύτερον ᾧ ἐπαγγέλλεται; ἀπειλεῖ μέντοιγε ὥστε, εἰ μετανοήσαι, μὴ ποιῆσαι τὰ τῆς ἀπειλῆς. ἐπαλλέλλεται ὥστε, εἰ μεταπέσοι καὶ ἄξιον μὴ γένοιτο τὸ δεύτερον ἔθνος τῶν ἐπαγγελιῶν, μὴ τεύξεσθαι αὐτῶν. περὶ δύο μάλιστα ἐθνῶν πρόκειται πᾶσα ἡ οἰκονομία τοῦ θεοῦ τοῖς ἐν τῷ κόσμῳ ἀνθρώποις. γέγονε πρῶτον ἔθνος ἐκεῖνο ὁ Ἰσραήλ, δεύτερον ἀπὸ τῆς Χριστοῦ ἐπιδημίας τοῦτο τὸ ἔθνος. τῷ προτέρῳ ἠπείλησεν ὁ θεὸς ἃ ἠπείλησε, καὶ βλέπομεν τὰ τῆς ἀπειλῆς τοῦ προτέρου ἔθνους· ἐν αἰχμαλωσίᾳ γεγένηται, κατεσκάφη αὐτῶν ἡ πόλις, καθῃρέθη τὸ ἁγίασμα, τὸ θυσιαστήριον καταβέβληται, οὐδὲν ἔτι σῴζεται τῶν πάλαι σεμνῶν παρ᾿ αὐτοῖς. ἔλεγε γὰρ ἐκείνῳ τῷ ἔθνει ὁ θεός· μετανοήσατε, καὶ οὐ μετενόησαν. μετὰ τὸ ἐκείνοις εἰρῆσθαι ταῦτα, λέγει τούτῳ τῷ δευτέρῳ ἔθνει ὁ θεὸς τὰ περὶ τοῦ ἀνοικοδομεῖσθαι αὐτό. ὁρᾷ δὲ ὅτι καὶ τοῦτο τὸ ἔθνος ἄνθρωποί εἰσι δυνάμενοι πάλιν παραπεσεῖν. διὰ τοῦτο καὶ τούτῳ ἀπειλεῖ καὶ φησιν· εἰ καὶ προεῖπον τὰ περὶ τῆς οἰκοδομῆς καὶ τὰ περὶ τῆς καταφυτεύσεως καὶ τῆς γεωργίας, μέλλει δὲ ἁμαρτάνειν καὶ τοῦτο τὸ ἔθνος, καὶ τούτῳ ἁμαρτήσαντι συμβήσεται ταὐτὰ ἅπερ εἴρηται ἐκείνοις διὰ τὸ ἁμαρτήματα, καὶ πείσονται ἐὰν μὴ μετανοήσωσι. πᾶσαν ἐρεύνησον τὴν γραφήν, καὶ εὑρήσεις τὰ πλεῖστα περὶ τῶν δύο τούτων τῶν ἐθνῶν λεγόμενα. ἐξελέξατο ὁ θεὸς τοὺς πατέρας, ἐπαγγελίαν δέδωκεν αὐτοῖς, ἐξήγαγε λαὸν ἐκ τοῦ γένους τῶν πατέρων ἀπὸ Αἰγύπτου, ἐμακροθύμησεν ἐπ᾿ αὐτοῖς ἁμαρτάνουσιν, ἐπαίδευσεν αὐτοὺς ὡς πατήρ, εἰσήγαγεν αὐτούς, ἔδωκεν αὐτοῖς γῆν ἐπαγγελίας, ἔπεμψεν αὐτοῖς προφήτας κατὰ καιρούς, ἐπαίδευσε καὶ ἐπέστρεψεν αὐτοὺς ἀπὸ τῶν ἁμαρτημάτων. ἐμακροθύμησεν ἀεὶ πέμπων τοὺς θεραπεύοντας, μέχρις οὗ ἔλθῃ ὁ ἀρχιατρός. ὁ διαφέρων προφητῶν προφήτης, ὁ διαφέρων ἰατρῶν ἰατρός. ἐληλυθότα τοῦτον προέδωκαν καὶ ἀπέκτειναν »αἶρε, αἶρε« λέγοντες »ἀπὸ τῆς γῆς τὸν τοιοῦτον· σταύρου, σταύρου αὐτόν«. εὐθέως ἦλθεν ἐπισκοπὴ ἐπὶ τὸ ἔθνος, ἠρημώθη ὁ τόπος ἔνθα ἐσταύρωταί μου ὁ Ἰησοῦς, ἐξελέξατο ὁ θεὸς ἄλλο ἔθνος. ὁ> θερισμὸς ὁρᾶτε πῶς πολύς ἐστιν, εἰ καὶ οἱ ἐργάται ὀλίγοι εἰσί<. καὶ ἄλλως δὲ οἰκονομεῖ ὁ θεὸς τὴν σαγήνην ἀεὶ βάλλεσθαι ἐπὶ τὴν θάλασσαν τοῦ βίου τούτου καὶ συνάγονται ἰχθύες παντοδαποί· ἀποστέλλει »τοὺς ἁλιεῖς τοὺς πολλούς«· ἀποστέλλει »τοὺς θηρευτὰς τοὺς πολλούς«, θηρεύουσιν ἀπὸ »παντὸς ὄρους«, θηρεύουσιν ἀπὸ »παντὸς βουνοῦ«. ὅρα πόση οἰκονομία περὶ τῆς τῶν ἐθνῶν ἐστι σωτηρίας. »Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν θεοῦ· ἐπὶ μὲν« τὸ πρότερον ἔθνος καὶ πεσὸν »ἀποτομία, ἐπὶ δὲ σὲ« τὸ δεύτερον ἔθνος ἐπαγγελίαι καὶ »χρηστότης, ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ«. οὐ γὰρ ἡ ἀξίνη· τότε μόνον πρὸς τὴν ῥίζαν τῶν δένδρων ἔκειτο. ἑτοίμη πάλιν ἐστὶν ἐλθεῖν ἡ ἀξίνη· »ἡ« δὲ »ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται« ἔλεγέ μου ὁ Ἰησοῦς τότε προφητεύων περὶ τοῦ Ἰσραὴλ παρ᾿ ὃν ἡ ἀξίνη ἦν. αὐτὸς ἦν ἡ ἀξίνη τοῦ ἀκάρπου δένδρου καὶ ἔλεγεν· »ἤδη ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται«. ὅσα ἦν ἐκεῖ δένδρα μὴ ποιοῦντα καρπὸν ἐξεκόπη καὶ εἰς τὸ πῦρ ἐβλήθη καὶ κεκόλασται. νῦν δὲ ἄλλο γεώργιον γεγένηται ἀνάλογον τῷ προτέρῳ, περὶ οὗ εἴρηται· »εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου, εἰς ἕτοιμον κατοικητήριόν σου«. εἰσήγαγεν αὐτοῦ τὸ ἔθνος ὁ θεὸς εἰς ὄρος κληρονομίας αὐτοῦ. τὸ ὄρος ἐγὼ ζητῶ οὐχ ὡς Ἰουδαῖοι οὕτως ἐν ἀψύχοις ὕλαις. τὸ ὄρος ὁ Χριστός ἐστιν. ἐν τούτῳ κατεφυτεύθημεν, ἐπ᾿ αὐτῷ ἐτηρήθημεν. ὁρᾶτε οὖν, ἐὰν καὶ μακροθυμήσῃ, μήποτε ἐλθὼν ὁ οἰκοδεσπότης εἴπῃ· >ἤδη τρία ἔτη ἔρχομαι ἐπὶ τὴν συκῆν ταύτην καὶ καρπὸν οὐκ ἤνεγκεν· ἔκκοψον αὐτήν· ἵνα τί καὶ τὴν γῆν καταργεῖ<; καταργεῖ γὰρ τὴν καλὴν γῆν, τὸν Χριστόν, τὸ μυστήριον τῆς ἐκκλησίας, ὁ ἐρχόμενος ἐπὶ συναγωγὴν καὶ μὴ καρποφορῶν.

---

Origenes, In Jeremiam (Homiliae 12-20), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg021.local001/.
