# In Jeremiam (Homiliae 12-20) 6-3

Origen, In Jeremiam (Homiliae 12-20), Ὁμιλία ιε΄. Εἰς τὸ »οἴμοι ἐγώ« πάλιν ἄλλως, μέχρι τοῦ »ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾿ ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ«.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-12-20/6-3

Εἶτα πολλῶν διελθόντων λόγων ἦν μὲν καὶ περὶ ἑκάστου τῶν εἰρημένων εἰπεῖν, ἀλλ᾿ οὐκ ἐγχωρεῖ τοῦ χρόνου ἐποίγοντος. εἴπωμεν οὖν εἰς τὸ ἑξῆς ἀναγωνσθὲν τὸν »ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾿ ἄνθρωπον«. ἐκ τοῦ † τοὺς νομίζοντας ὄτι ἄνθρωπος μὲν τοῦ θεοῦ ὁ υἱὸς ἦν ὁ σωτήρ (ἐτόλμησαν γὰρ μετὰ τῶν πολλῶν τῶν ἀνθρωπίνων κακῶν καὶ τοῦτο εἰπεῖν ὅτι οὐκ ἔστι θεὸς »ὁ μονογενής«, »ὁ πρωτότοκος πάσης κτίσεως«)· »ἐπικατάρατος« γὰρ »ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾿ ἄνθρωπον«. δῆλον ὅτι ἐπικατάρατοί εἰσιν οἱ ἐπ᾿ ἄνθρωπον ἔχοντες τὴν ἐλπίδα. ἐγὼ εἴποιμι ἂν ὅτι οὐκ ἐπ᾿ ἄνθρωπον ἔχω τὴν ἐλπίδα, ἐλπίζων ἐπὶ Χριστὸν Ἰησοῦν ἐγὼ ἄνθρωπον οὐκ οἶδα. οὐ μόνον ἄνθρωπον οὐκ 0ἶδα, ἀλλὰ σοφίαν οἶδα, τὴν αὐτοδικαιοσύνην, ἄνθρωπον δι᾿ οὗ »ἐκτίσηθ τὰ πάντα ἐν τοῖς ἐξουσίαι«. »ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾿ ἄνθρωπον«. κἂν μαρτυρῇ ὁ σωτὴρ ὅτι ὃν ἐφόρεσεν ἄνθρωπος ἦν — ἀλλ᾿ εἰ καὶ ἦν ἄνθρωπος, ἀλλὰ νῦν οὐδαμῶς ἐστιν ἄνθρωπος. »εἰ« γὰρ »καὶ ἔγνωμεν Χριστὸν κατὰ σάρκα, ἀλλὰ οὐκέτι γινώσκομεν«, φησὶν ὁ ἀπόστολος. ἐγὼ δι᾿ αὐτὸν οὐκέτι εἰμὶ ἄνθρωπος, ἐὰν ἀκολουθῶ αὐτοῦ τοῖς λόγοις· ἀλλὰ λέγει· »ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες«. οὐκοῦν ὡς »πρωτότοκος« ἐστὶν »ἐκ τῶν νεκρῶν«, οὕτως γέγονε πρωτότοκος πάντων ἀνθρώπων εἰς θεὸν μεταβαλών. »ἐπικατάρατος« τοίνυν »ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾿ ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ«, ὅστις ἂν κυρώσῃ τὰ σάρκινα, ὅστις τὴν ἐσχὺν τὴν σωματικὴν ἐὰν κτήσηται, καὶ κατὰ σάρκα στρατεύσηται. ἀλλ᾿ ὁ ἅγιος οὐχ οὕτως ἐστίν· »οὐ γὰρ στηρίζει σάρκα βραχίνος αὐτοῦ«, »πάντοτε« γὰρ »τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι« αὐτοῦ ἔχει, καὶ νεκροῖ »τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν«. νεκρώσας ταῦτα »οὐ στηρίζει σάρκα τοῦ βραχίο- νος αὐτοῦ«. »ἐπικατάρατος ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾿ ἄνθρωπον«. ἅμα δὲ πρὸς τοὺς ἐλπίζοντας ἐπὶ ἀξιώμασιν. ὁ δεῖνά μου φίλος ἐστὶν ἑκατόνταρχος, ἐπίτροός ἐστιν· ὁ δεῖνά μου φίλος καὶ πλούσιός ἐστι καὶ παρέχεταί μοι. ἔπειτα καὶ πρὸς τὸν τοιοῦτον λέγεται τοῦτο· »ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾿ ἄνθρωπον«. ἐπ᾿ οὐδένα ἄνθρωπον ἐλπίζομεν, κἂν δοκῶσιν ἡμῶν εἶναι φίλοι· οὐ γὰρ ἐπ᾿ αὐτοὺς ἀλλ᾿ ἐπὶ κύριον ἡμῶν ἐλπίζομεν, ὅς ἐστι Χριστὸς Ἰησοῦς, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Origenes, In Jeremiam (Homiliae 12-20), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg021.local001/.
