# In Jeremiam (Homiliae 12-20) 6-4

Origen, In Jeremiam (Homiliae 12-20), Ὅμιλία ις΄. Εἰς τὸ »ἰδοὺ ἐγὼ ἀποστέλλω τοὺς ἁλιεῖς τοὺς πολλούς, λέγει κύριος« μέχρι τοῦ »ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ ἐγκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτῶν«.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-12-20/6-4

τί οὖν;πρῶτον ἀκολουθεῖ ἀπολαβεῖν διὰ τὰ ξύλα τὸ πῦρ τὸ ἀναλίσκον [τὸ πῦρ] τὰ ξύλα καὶ τὸν χόρτον καὶ τὴν καλάμην· ὁ θεὸς γὰρ ἡμῶν τῇ οὐσίᾳ λέγεται τοῖς συνιέναι δυναμένοις πῦρ εἶναι καταναλίσκον. καὶ ἐσιώπησε μὲν τὸ τί καταναλίσκον ὁ προφήτης λέγων· »ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον«, ἡμῖν δὲ καταλέλοιπε λέλοιπε νοεῖν. ὅτι εἶπεν· »ὁ θεὸς πῦρ ἐστι καταναλίσκον«, ἔστι τι τὸ καταναλισκόμενον. τί οὖν ἐστι τὸ καταναλισκόμενον; οὐ γὰρ τὸ κατ᾿ εἰκόνα καὶ ὁμοίωσιν ἀναλίσκει, οὐ τὸ ἴδιον κτίσμα καταναλίσκει, ἀλλὰ τὸν ἐποικοδομηθέντα χόρτον, τὰ ἐποικοδομηθέντα ξύλα, τὴν ἐποικοδομηθεῖσαν καλάμην. Ὁ τόπος ἦν δυσδιήγητος σφόδρα. ἐπαγγελίαι ἦσαν, καὶ μετὰ τὰς ἐπαγγελίας λέγει· »καὶ ἀνταποδώσω πρῶτον διπλᾶς τὰς ἀδικίας αὐτῶν«. ἀναγκαίως πρόσκειται τὸ »πρῶτον«· πρῶτον γὰρ τὰ τῆς ἀδικίας, εἶτα τὰ τῆς δικαιοσύνης ἀποδίδοται, οὐ γὰρ ἀνάπαλιν ὀ θεὸς ἀνταποδίδωσιν. εἰ πρῶτον ἀπεδίδου τὰ ἀγαθά, ἵνα ἀπολάβωμεν τὰ ἀγαθά, νῦν δὲ ἀποδίδωσι τὰ κακά, ἔδει λῆξαι τὰ ἀγαθά, ἵνα ἀπολάβωμεν τὰ κακά. ἀλλὰ πρῶτον ἀποληψόμεθα τὰ κακά, καὶ μετὰ ταῦτα τὰ ἀγαθά, ἵνα τέλος λάβῃ διὰ τοῦ ἀφανισμοῦ τῶν κακῶν τὰ τῆς κολάσεως τῶν παθόντων, ἵνα μετὰ ταῦτα ἀποδῷ τὰ ἀγαθά. διὸ εὑρήσεις ἐν ταῖς ἱεραῖς γραφαίς τὸν θεὸν λέγοντα πρῶτον τὰ δοκοῦντα εἶναι σκυθρωπότερα καὶ μετὰ ταῦτα τὰ κρείττονα. »ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι«. »αὐτὸς ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο«. ἐπὶ τούτοις ἔστι τὸν νοοῦντα καὶ εὐσεβῶς διακείμενον πρὸς τὰ λεγόμενα ἰπεῖν· »κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; ἢ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην, λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ· ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, καὶ οὐκ ἐποίησε τῷ πλησίον αὐτοῦ κακόν, καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ«. (ἡμεῖς δὲ ὀνειδίζομεν καὶ τοὺς μετανοοῦντας καὶ ἐπιστρέφοντας, λεγούσης τῆς γραφῆς· »μὴ ὀνείδιζε ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρ- τίας«.) »ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ· ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμένους ἀποληψόμεθα τὰ ἁμαρτήματα ἡμῶν.

---

Origenes, In Jeremiam (Homiliae 12-20), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg021.local001/.
