# In Jeremiam (Homiliae 12-20) 6.1

Origen, In Jeremiam (Homiliae 12-20), Ὁμιλία ιη΄. Εἰς τὸ »ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ἱερεμίαν λέγων· ἀνάστηθι καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ κεραμέως« μέχρι τοῦ »τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ συριγμόν«.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-12-20/6.1

»Πέρας λαλήσω ἐπὶ ἔθνος ἢ καὶ ἐπὶ βασιλείαν«. δόξει ἁπλῶς τὸ πέρας εἰρῆσθαι. εἴρηται δὲ τοιοῦτον. ἐν τῷ >λαλήσω ἐπ᾿ ἔθνος ἢ βασιλείαν<, τὸ πέρας τοιοῦτόν ἐστι· κατασκάψω λέγεται τῷ προτέρῳ ἔθνει τὸ πέρας, τῷ δευτέρῳ ἔθνει· ἀνοικοδομήσω ὑμᾶς. καὶ πάλιν ἐκριζώσω τοῖς προτέροις λέγεται, καὶ καταφυτεύσω τοῖς δευτέροις. ἆρ᾿ οὖν ἐπεὶ εἴρηται τὸ πέρας, δεῖ γενέσθαι τὸ πέρας; ὁ θεὸς μὴ μετανοῶν μετανοεῖν λέγεται κατὰ τὴν γραφήν. καὶ πρόσχωμεν τῇ λέξει, ἵνα ἐὰν δυνηθῶμεν ἀπολογήσασθαι, πῶς ταῦτα λέγεται, [εἰ] παραδεξώμεθα τὸν λόγον. »πέρας λαλήσω« φησὶν »ἐπὶ ἔθνος ἢ ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτοὺς καὶ ἀπολλύειν, καὶ ἐὰν ἐπιστρέψῃ τὸ ἔθνος ἐκεῖνο ἀπὸ τῶν κακῶν αὐτῶν ὧν ἐλάλησα ἐπ᾿ αὐτό, καὶ μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς. καὶ πέρας λαλήσω ἐπὶ ἔθνος ἢ ἐπὶ βασιλείαν τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι, καὶ ποιήσουσι τὰ πονηρὰ ἐναντίον ἐμοῦ τοῦ μὴ ἀκοῦσαι τῆς φωνῆς μου, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς«. περὶ τῆς μετανοίας τοῦ θεοῦ ἀπαιτούμεθα ἀπολογήσασθαι· δοκεῖ γὰρ ἐπίληπτον εἶναι καὶ ἀνάξιον, οὐ μόνον τοῦ θεοῦ ἀλλὰ καὶ τοῦ σοφοῦ, τὸ μετανοεῖν. οὐκ ἐπινοῶ γὰρ σοφὸν μετανοοῦντα, ἀλλ᾿ ὁ μετανοῶν, ὅσον ἐπὶ τῇ συνηθείᾳ τῆς χρήσεως τῆς λέξεως, ἐπὶ τῷ μὴ καλῶς βεβουλεῦσθαι μετανοεῖ. ὁ θεὸς δέ, προγνώστης ὢν τῶν μελλόντων, οὐ δύναται μὴ καλῶς βεβουλεῦσθαι, καὶ παρὰ τοῦτο μετανοεῖν. πῶς οὖν ἡ γραφὴ αὐτὸν εἰσήγαγε λέγοντα »μετανοήσω«, οὔπω λέγω, καὶ ἐν ταῖς Βασιλείαις εἴρηται ἐν τῷ »μεταμεμέλημαι ὅτι ἔχρισα τὸν Σαοὺλ εἰς βασιλέα«, καὶ καθολικῶς περὶ αὐτοῦ λέλεκται· »καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις«. Ἀλλ᾿ ὅρα τί περὶ θεοῦ διδασκόμεθα καθολικῶς. ὅπου μὲν »οὐχ ὡς ἄνθρωπος ὁ θεὸς διαρτηθῆναι, οὐδὲ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι«, καὶ μανθάνομεν διὰ ταύτης τῆς λέξεως ὅτι ὁ θεὸς οὐχ ὡς ἄνθρωπος· διὰ δὲ ἄλλης ὅτι ὁ θεὸς ὡς ἄνθρωπος φασκούσης· »ὅτι ἐπαίδευσέ σε κύριος ὁ θεός σου, ὡς εἴ τις παιδεύσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ« καὶ πάλιν >ἐτροποφόρησεν ὡς ἀνθρωπος τὸν υἱὸν αὐτοῦ<. οὐκοῦν ὅταν μὲν αἱ γραφαὶ θεολογῶσι τὸν θεὸν καθ᾿ αὑτὸν καὶ μὴ ἐπιπλέκωσιν αὐτοῦ τὴν οἰκονομίαν τοῖς ἀνθρωπίνοις πράγμασι, λέγουσιν αὐτὸν εἶναι οὐχ ὡς ἄνθρωπος. »τῆς« γὰρ »μεγαλωσύνης αὐτοῦ οὐκ ἔσται πέρας«, καὶ »φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς«, καὶ »αἰνεῖτε αὐτόν, πάντες ἄγγελοι θεοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ· αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς«. καὶ ἄλλα μυρία ἀναλεγόμενος ἀπὸ τῶν ἱερῶν γραμμάτων εὕροις ἄν, οἷς ἐφαρμόσεις τὸ »οὐχ ὡς ἄνθρωπος ὁ θεός«. ὅταν δὲ ἐπιπλέκηται ἀνθρωπίνοις πράγμασιν ἡ θεία οἰκονομία, φέρει τὸν ἀνθρώπινον νοῦν καὶ τρόπον καὶ λέξιν. καὶ ὥσπερ ἡμεῖς ἐὰν διετεῖ παιδίῳ διαλεγώμεθα, ψελλίζομεν διὰ τὸ παιδίον· οὐ γὰρ οἷόν τέ ἐστι τηροῦντας ἡμᾶς τὸ ἀξίωμα τῆς τελείου ἀνδρὸς ἡλικίας καὶ λαλοῦντας τοῖς παιδίοις μὴ συγκαταβαίνοντας αὐ- τῶν τῇ διαλέκτῳ νοῆσαι τὰ παιδία — τοιοῦτόν τί μοι νόει καὶ περὶ τὸν θεόν, ὅταν τὸ τῶν ἀνθρώπων γένος, καὶ μάλιστα τὸ τῶν ἔτι νηπίων οἰκονομῇ. ὅρα πῶς καὶ μεταποιοῦμεν τὰ ὀνόματα οἱ τέλειοι ἄνδρες πρὸς τὰ βρέφη, καὶ τὸν μὲν ἄρτον ἰδίως ὀνομάζομεν αὐτοῖς, τὸ δὲ πιεῖν ἄλλῃ λέξει ὀνομάζομεν, τελείων οὐ χρώμενοι διαλέκτῳ ᾗ χρώμεθα πρὸς τοὺς τελείους ὁμήλικας, ἀλλὰ ἄλλῃ λέξει τινὶ παιδικῇ καὶ βρεφώδει. καὶ τὰ ἐνδύματα ἐὰν ὀνομάζωμεν τοῖς παιδίοις, ἄλλα ὀνόματα ἐπιτίθεμεν αὐτοῖς, οἱονεὶ ὄνομα παιδικὸν πλάσσοντες. ἆρ᾿ οὖν τότε ἀτελεῖς ἐσμεν; καὶ εἴ τις ἡμῶν ἀκούοι παιδίοις διαλεγομένων, ἐρεῖ ὅτι ἀνόητος γέγονεν ὁ γέρων οὗτος, ὁ ἀνὴρ οὗτος ἐπιλέλησται τοῦ γενείου αὐτοῦ, τῆς ἡλικίας τοῦ ἀνδρός; ἢ δέδοται κατὰ συμπεριφορὰν παιδίῳ ὁμιλοῦντα μὴ λαλῆσαι διαλέκτῳ πρεσβυτικῇ μηδὲ ἐντελεῖ, ἀλλὰ παιδικῇ; Καὶ ὁ θεὸς δὴ λαλεῖ παιδίοις· »ἰδού« φησὶ καὶ ὁ σωτὴρ »ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός«. λέγοιτο ἂν τῷ γέροντι τῷ λαλοῦντι πρὸς τὸ παιδίον παιδικῶς, ἢ ἵνα ἐμφατικώτερον εἴπω βρεφωδῶς, ὅτι ἐτροποφόρησας τὸν υἱόν σου καὶ τὸν τρόπον ἐφόρεσας τοῦ βρέφους καὶ τὴν κατάστασιν αὐτοῦ ἀνείληφας. οὕτως οὖν νόει μοι καὶ τὴν γραφὴν λέγουσαν· »ἐτροποφόρησέν σε κύριος ὁ θεός σου, ὡς εἴ τις τροποφορήσει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ«. καὶ ἐοίκασιν οἱ ἀπὸ ἑβραϊσμοῦ ἑρμηνεύσαντες, μὴ εὑρόντες τὴν λέξιν κειμένην παρ᾿ Ἕλλησιν, ἀναπεπλακέναι ὡς ἐπ᾿ ἄλλων πολλῶν καὶ ταύτην καὶ πεποιηκέναι τὴν »ἐτροποφόρησέν σε κύριος ὁ θεός σου (τουτέστι τοὺς τρόπους σου ἐφόρεσεν), ὡς εἴ τις τροποφορήσει ἄνθρωπος (κατὰ τὸ παράδειγμα τοῦτο ὃ εἴρηκα) τὸν υἱὸν αὐτοῦ«. ἐπεὶ τοίνυν ἡμεῖς μετανοοῦμεν, ὅταν ἡμῖν διαλέγηται μετανοοῦσιν ὁ θεὸς λέγει· μετανοῶ, καὶ ἀπειλῶν ἡμῖν οὐ προσποιεῖται προγνώστης εἶναι, ἀλλ᾿ ὡς βρέφεσι λαλῶν ἀπειλεῖ. οὐ προσποιεῖται ὅτι προέγνω »τὰ πάντα πρὶν γενέσεως αὐτῶν«, ἀλλ᾿ ὡς, ἵν᾿ οὕτως ὀνομάσω, ὑποκρινόμενος τὸ βρέφος προσποιεῖται μηδὲ εἰδέναι τὰ μέλλοντα. καὶ ἀπειλεῖ γοῦν ἔθνει διὰ τὰς ἁμαρτίας αὐτοῦ καὶ λέγει· »ἐὰν μετανοήσῃ τὸ ἔθνος, κἀγὼ μετανοήσω«. ὦ θεέ· ἆρα ὅτε ἠπείλεις, οὐκ ᾔδεις πότερον μετανοήσει τὸ ἔθνος ἢ οὐ μετανοήσει; τί δέ; ὅτε ἐπηγγείλω, οὐκ ᾔδεις πότερον μενεῖ ἄξιος τῶν ἐπαγγελιῶν ὁ ἄνθρωπος, ἢ τὸ ἔθνος, πρὸς ὃν ὁ λόγος, ἢ οὐ μενεῖ; ἀλλ᾿ οὐ προσποιεῖται. Καὶ τοιαῦτα πολλὰ εὕροις ἂν ἀνθρωπικὰ ἐν τῇ γραφῇ, ὡς καὶ τὸ »λάλησον τοῖς υἱοῖς Ἰσραήλ· ἴσως ἀκούσονται καὶ μετανοήσουσι«. τοῦτο οὐχ ὡς διστάζωνὁ θεὸς εἴρηκε τὸ »ἴσως ἀκούσονται«· οὐ γὰρ διστάζει ὁ θεός, ἵνα λέγῃ τὸ »ἴσως ἀκούσονται καὶ μετανοήσουσιν«, ἀλλ᾿ ἵνα ἐπὶ πολὺ ἐμφήνῃ σου τὸ αὐτεξούσιον καὶ μὴ εἴπῃς· εἰ προέγνωμε ἀπολλύμενον ἀπολέσθαι με δεῖ, εἰ προέγνω με σωθησόμενον σωθήσεσθαι πάντων με χρή. οὐ προσποιεῖται οὖν τὸ περὶ τοῦ ἐπὶ σοὶ μέλλοντος εἰδέναι, ἵνα τηρήσῃ σου τὸ αὐτεξούσιον τῷ μὴ προειληφέναι μηδὲ προεγνωκέναι, πότερον μετανοήσεις ἢ μή. καὶ λέγει πρὸς τὸν προφήτην· »λάλησον, ἴσως μετανοήσουσι«. τοιαῦτα γὰρ ἄλλα μυρία εὑρήσεις λεγόμενα περὶ τοῦ θεοῦ τροποφοροῦντος τὸν ἄνθρωπον. ἐὰν ἀκούσῃς θυμὸν θεοῦ καὶ ὀργὴν αὐτοῦ, μὴ νόμιζε τὴν ὀργὴν καὶ τὸν θυμὸν πάθη εἶναι θεοῦ. οἰκονομίαι χρήσεως λέξεών εἰσι πρὸς τὸ τὸ βρέφος ἐπιστρέψαι καὶ βελτιωθῆναι· ἐπεὶ καὶ ἡμεῖς τοῖς παιδίοις πρόσωπον ποιοῦμεν οὐκ ἀπὸ διαθέσεως ἀλλὰ κατ᾿ οἰκονομίαν φοβερόν. ἐὰν τηρήσωμεν τὸ ἵλεων τῆς ψυχῆς πρὸς τὸ βρέφος ἐν τῷ προσώπῳ ἡμῶν, καὶ τὴν φιλοστορλίαν ἣν ἔχομεν πρὸς αὐτὸ ἐμφή- νωμεν, μὴ διαστρέψαντες ἑαυτοὺς μηδὲ οἱονεὶ μεταβαλόντες πρὸς τὴν ἐκείνου ἐπιστροφήν, ἀπόλλυμεν αὐτὸ καὶ χεῖρον ποιοῦμεν. οὕτως οὖν ὁ θεὸς καὶ ὀργίζεσθαι λέγεται καὶ θυμοῦσθαί φησιν, ἵνα ἐπιστρέψῃς καὶ βελτιωθῇς. καὶ ἀληθῶς οὐκ ὀργίζεται μὲν οὐδὲ θυμοῦται· σὺ δὲ πείσῃ τὰ τῆς ὀργῆς καὶ τὰ τοῦ θυμοῦ, γενόμενος ἐν δυσυπομονήτοις διὰ τὴν κακίαν πόνοις, ἐπὰν παιδεύῃ τῇ λεγομένῃ ὀργῇ τοῦ θεοῦ.

---

Origenes, In Jeremiam (Homiliae 12-20), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg021.local001/.
