# In Jeremiam (Homiliae 12-20) 6

Origen, In Jeremiam (Homiliae 12-20), Ὁμιλία ιβ΄. Εὶς τὸ »καὶ ἐρεῖς πρὸς τὸν λαόν τοῦτον· τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ. πᾶς ἀσκὸς πληρωθήσεται οἴνου« μέχρι τοῦ »καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, ὄτι συνετρίβη τὸ Ποίμνιον τοῦ κυρίους«.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-12-20/6

Εἰ δὲ θέλεις τὴν γραφὴν μάρτυρα λαβεῖν, ὅτι καὶ εἰς ἑτέρων παίδευσιν οἱ ἁμαρτωλοὶ κολάζονται, κἂν οὗτοί ποτε ἀπεγνωσμένοι ὦσι περὶ θεραπείας, ἄκουε Σολομῶντος ἐν ταῖς Παροιμίαις λέγοντος· »λοιμοῦ μαστιγουμένου ἄφρων πανουργότερος ἔται«. οὐκ αὐτὸν τὸν μαστιγούμενον εἶπεν ἔσεσθαι πανουργότερον καὶ φρονιμώτερον διὰ τὰς μάστιγας, ἀλλὰ τὸν ἄφρονά φησι μεταβάλλειν ἀπὸ ἀφροσύνης εἰς φρόνησιν διὰ τὰς προσαγμοένας τῷ λοιμῷ μάστιγας· τοῦτο γὰρ σημαίνεται ἐκ τοῦ ὀνόματος ἐνταῦθα τῆς πανουργίας. καὶ μεταβάλλει διὰ τοῦ βλέπειν ἑτέρους μαστιγουμένους ὁ ἄφρων. οὐκοῦν συμφέρει ἡμῖν, ἐάν γε σωτηρίας ἄξιοι γενώμεθα δι᾿ ἄλλων κλαζομένων, ἡ ἄλλων κόλασις. καὶ ὡς συνήνεγκεν τὸ παράπτωμα τοῦ Ἰσραὴλ τῇ σωτηρίᾳ τῶν ἐθνῶν, οὕτως συνοίσει ἡ κόλασίς τινων τῇ ἑτέρων σωτηρίᾳ. διὰ τοῦτο ἀγαθὸς ὢν ὁ θεός φησιν· »οὐ φείσομαι καὶ οὐκ οἰκτειρήσω ἀπὸ διαφθορᾶς αὐτῶν«.

---

Origenes, In Jeremiam (Homiliae 12-20), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg021.local001/.
