# In Jeremiam (Homiliae 12-20) 7-2

Origen, In Jeremiam (Homiliae 12-20), Ὁμιλία ιδ΄. Εἰς τὸ »οἴμοι ἐγὼ μῆτερ« μέχρι τοῦ »διὰ τοῦτο τάδε λέγει κύριος· ἐὰν ἐπιστραφῇς, καὶ ἀποκαταστήσω σε«.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-12-20/7-2

»Ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ«; ἐὰν ἴδῃς μοι τοὺς πανταχοῦ μάρτυρας δικαζομένους καὶ καθ᾿ ἑκάστην ἐκκλησίαν παρισταμένους τοῖς δικασταῖς, ὄψει τίνα τρόπον Ἰησοῦς Χριστὸς ἐν ἑκάστῳ τῶν μαρτύρων δικάζεται· αὐτὸς γάρ ἐστιν ὁ ἐν τοῖς μαρτυροῦσι τῇ ἀληθείᾳ δικαζόμενος. καὶ τοῦτο πεισθήσῃ παραδέξασθαι βλέπων ὅτι οὐ σέ φησιν εἶναι ἐν φυλακῇ ὅταν σὺ ᾖς ἐν φυλακῇ, ἀλλ᾿ ἑαυτόν, οὐ σὲ πεινῶντα ὅταν σὺ πεινᾷς, ἀλλ᾿ ἑαυτόν, οὐ σὲ διψῶντα, ἀλλ᾿ ἑαυτόν. »ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με. ἐπείνων καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψων καὶ ἐπο- τίσατέ με«. οὐκοῦν κἂν δικάζηται Χριστιανὸς οὐ δι᾿ ἄλλο τι, οὐ διὰ τὰς ἰδίας ἁμαρτίας, ἀλλ᾿ ὅτι Χριστιανός ἐστι, Χριστός ἐστιν ὁ δικαζόμενος. ἐν πάσῃ οὖν τῇ γῇ δικάζεται Χριστὸς Ἰησοῦς· καὶ ὁσάκις οὖν Χριστιανὸς δικάζεται, Χριστός ἐστιν ὁ δικαζόμενος· οὐ μόνον ἐπὶ τούτων τῶν δικαστηρίων, ἀλλὰ φέρε συκοφαντεῖσθαι Χριστιανὸν [ἃ δεῖ] περί τινος ἐγκαλούμενον, καὶ τότε Χριστὸς ἀδίκως δικάζεται. »Ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ;«

---

Origenes, In Jeremiam (Homiliae 12-20), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg021.local001/.
