# In Jeremiam (Homiliae 12-20) 7.1

Origen, In Jeremiam (Homiliae 12-20), Ὁμιλία κ΄. "Εἰς τὸ »ἠμάτησάς με κύρις, καὶ ἠπατήθην« πάλιν ἄλλως μέχρι τοῦ »συνίων νεφροὺς καὶ καρδίας".. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-12-20/7.1

(19,) »Ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι«. θεὸν ἐπικαλεῖται ὁ δίκαιος, τὴν σοφίαν ἐπικαλεῖται καὶ ὁ ἄδικος· »ἔσται γὰρ« φησὶν »ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν«. ἐκεῖ μὲν οἱ ἄδικοι· καὶ οἱ δίκαιοι δὲ δῆλον ὅτι ἐπικαλοῦνταί ποτε τὴν σοφίαν· »καὶ πᾶς ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται«. ἐνθάδε δὲ ὁ προφήτης φησίν· »ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι«, ὡς τὸν θεὸν οὕτω τὴν ἀθεσίαν, ὡς τὸν κύριον οὕτω τὴν ταλαιπωρίαν. ἆρα καλὸν πρᾶγμα ἐπικαλῇ, Ἱερεμία, ὅτι ἐπαγγέλλῃ λέγων· »ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι«; ἀλλὰ δεῖ κατανοῆσαι συνθήκας ἃν τιθέμεθα καὶ τὰς ἀθεσίας αὐτῶν, ὅτι ἔστι ποτὲ συνθήκας θέσθαι κακῶς· καὶ μετὰ τὸ θέσθαι συνθήκας κακῶς εἴθε ἐπικαλοῖμεν τὴν ἀθεσίαν. οὕτω δὲ και ἐὰν κατανοήσω >τὴν πλατεῖαν καὶ εὐρύχωρον, τὴν ἀπάγουσαν εἰς τὴν ἀπώλειαν< καὶ ὅτι ὁδεύων ἐν αὐτῇ οὐ ταλαιπωρῶ, μεταβαίων >ἀπὸ τῆς πλατείας καὶ εὐρυχώρου ὁδοῦ< καὶ ἔρχομαι >ἐπὶ τὴν στενὴν καὶ τεθλιμμένην< καὶ ταλαιπωρῶν λέγω· »ταλαιπωρίαν ἐπικαλέσομα«. ἀθετεῖν μέλλω τὰς συνθήκας τὰς πρὸς τὸν κόσμον καὶ τὰ κοσμικὰ πράγματα, ἵνα ἀναλάβω οὐρανίους συνθήκας. »ἀθεσίαν ἐπικαλέσομαι«. οὕτω δὲ καταλλιπῶν τὸν > τῆς πλατείας καὶ εὐρυχώρου ὁδοῦ< καὶ ἐρχόμενος >ἐπῖ τὴν στενὴν καὶ τεθλιμμένην<, ἵνα γένωμαι ταλαίπωρος ὡς ΙΙαῦλος, λέγω· »ταλαιπωρίαν ἐπικαλέσομαι. οὐ γὰρ πᾶς ἄνθρωπος ἐρεῖ τὸ »ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;« ἀλλ᾿ ὁ νοήσας τὸ σῶμα τοῦ θανάτου, ὁ ῥυσθῆναι βουλόμενος ἀπὸ τοῦ σώματος τοῦ θαν΄του τούτου ἐρεῖ τὸ »ταλαίπωρος ἐγὼ ἄνθρωπος«. ὁ δὲ φιλοσωματῶν, ὁ πολύς, ὁ ἀπιστῶν τῷ μέλλοντι αἰῶνι οὐ λέγει· »ταλαίπωρος ἐγὼ ἄνθρωπος«, ἀλλὰ μακαρίζει ἑαυτόν, ὅτι ἐστὶν ἄνθρωπος, καὶ ἐπὶ τῷ εἶναι ἐν τῷ τοῦ θανάτου σώματι. ἐὰν οὖν δυνηθῶ νοήσας πῶς Παῦλος εἶπε· »ταλαίπωρος ἐγὼ ἄνθρωπος«, μηδέπω ἐπικαλεσάμενος τὴν ταλαιπωρίαν, ἐπικαλέσομαι αὐτὴν ἐκ΄τοῦ ἀθετῆσαι τὰς πρὸς τὴν κακίαν συνθήκας καὶ λέγω ὡς ὁ Ἱερεμίας· »ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι«. οὐ γὰρ εἶπεν· ἀθεσίαν θεοῦ ἐπικαλέσομαι. Θέλω παράδειγμα δοῦναι ἀπὸ τῆς γραφῆς δικαίου τοῦ συνθήκας ἀθετοῦντος, ἵνα παραστήσω πῶς ἐκεῖνος τῷ ἔργῳ ἀθεσίανἐπεκαλέ- σατο. Ἰουδὴθ συνθήκας ἔθετο πρὸς τὸν Ὁλοφέρνην ὥστε τοσῶνδε ἡμερῶν ἐξερχομένη εὔχεσθαι τῷ θεῷ καὶ μετὰ τοσάσκε ἡμέρας ἑαυτὴν παρέξειν τῇ κοίτῃ τοῦ Ολοφέρου. ταύτας τὰ συνθήκας Ὁλοφέρνης προσεδέξατο. ἀπέλυσε τὴν Ἰουδὴθ ἐπὶ τὰς εὐχὰς ἔξω τῆς παρεμβολῆς. τί ἐχρῆν ποιῆσαι τὴν Ἰουδήθ; τηρῆσαι τὰς συνθήκας ἢ ἀθετῆσαι αὐτάς; ὡμολόγηται ὅτι ἀθετῆσαι· τὰς γὰρ πρὸς Ὁλοφέρνην ἀθετῆσαι μακάριον ἦν ἐπὶ θεοῦ. ἔμελλεν ἀθετεῖν τὰς πρὸς τὸν Ὁλοφέρνην συνθήκας ἡ Ἰουδήθ, ἔμελλεν εἰπεῖν· »ἀθεσίαν ἐπικαλέσομαι«· καὶ ἐπεκαλέσατό γε τὴν ἀθεσίαν. ὄφελον κἀγὼ τοιοῦτος γένωμαι ἵν᾿ εἴπω· »ἀθεσίαν ἐπικαλέσομαι«, καὶ ἐπικαλέσομαι τὴν ἀθεσίαν τὴν πρὸς τὸν ὄφιν, τὴν πρὸς τὸν διάβολον. συνθήκας ποτὲ ὁ ὄφις πρὸς τὴν Εὔαν ἐποιήσατο, καὶ ἦν αὐτῷ φίλη καὶ ὁ ὄφις τῇ γυναικί. ἀλλ᾿ ὁ θεὸς ἐπραγματεύσατο ὡς ἀγαθὸς τὰς συνθήκας ταύτας λυθῆναι καὶ τὴν φιλίαν ταύτην τὴν κακὴν διασκεδάσαι καὶ ὡς ἀγθὸς θεὸς λέγει· »ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικός, καὶ ἀνὰ μέσον τοῦ σπέρματος σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς«. εὐγνωμόνως οὖν ἀκούοιμεν, πῶς ὁ θεὸς ἔχθραν ποιεῖ τὴν πρὸς τόνδε, ἵνα φιλίαν ποιήσῃ τὴν πρὸς τὸν Χριστόν· ἀδύνατον γὰρ ἅμα εἶναι φίλον τῶν ἐναντίων. καὶ ὥσπερ »οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν«, οὕτως οὐδεὶς δύναται εἶναι φίλος καὶ >θεῷ καὶ μαμωνᾷ<, φ΄΄ιλος καὶ Χριστῷ καὶ ὄφει. ἀλλὰ ἀνάγκη καὶ τὴν φιλίαν τὴν πρὸς τὸν Χριστὸν ἔχθραν ποιῆσαι πρὸς τὸν ὄφιν, καὶ τὴν φιλίαν τὴν πρὸς τὸν ὄφιν ἔχθραν γεννῆσαι τὴν πρὸς τὸν Χριστόν. »Ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι«. ἵνα δὲ μᾶλλον νοήσῃς τὸ »ταλαιπωρίαν ἐπικαλέσομαι«, διαγράψω τι γινόμενον τοῖς ἀσκηταῖς. πολλάκις γὰρ παρακειμένου τοῦ γῆμαι καὶ μὴ ἔχειν πρᾶγμα ἐπανισταμένης τῆς σαρκὸς τῷ πνεύματι, αἱρεῖταί τις οὐ καταχρήσασθαι τῇ τοῦ γαμεῖν ἐξουσίᾳ, ἀλλὰ ταλαιπωρεῖν καὶ κάμνειν, >ὑπωπιάζειν τὸ σῶμα νηστείαις καὶ δουλαγγεῖν αὐτὸ< >ἀποχαῖς τοιῶνδε βρωμάτων<, καὶ παντὶ τρόπῳ >τῷ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦν<. ἆρ᾿ οὖν ὁ τοιοῦτος οὐ τὴν ταλαιπωρίαν ἐπεκαλέσατο, παρὸν ἐπιδοῦναι ἑαυτὸν τρυφῇ καὶ ἡδονῇ καὶ μὴ ἐπικαλεῖσθαι τὴν ταλαιπωρίαν; εἴ τις οὖν δύναται μιμεῖσθαι τὸν προφήτην, καὶ ἀθεσίαν, ὡς διηγησάμεθα, ἐπικαλείσθω, καὶ ταλαιπωρίαν δὲ ἐν ταῖς ἀσκήσεσιν ἐπικαλείσθω. ἔτυχε δὲ ἡ ἱστορία εἶναι ἀληθὴς καὶ [ἡ] περὶ τοῦ Ἱερεμίου, ὅτι καὶ ἐν ἁγνείᾳ ἔζησεν· εἶπε γὰρ αὐτῷ ὁ κύριος· >οὐ μὴ λάβῃς γυναῖκα, οὐδ᾿ οὐ μῆ ποιήσῃς τέκνα<. καὶ ἐν ἁγνείᾳ ἔξησεν· ἀθεσίαν γὰρ καὶ ταλαιπωρίαν ἐπεκαλέσατο.

---

Origenes, In Jeremiam (Homiliae 12-20), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg021.local001/.
