# In Jeremiam (Homiliae 12-20) 9.1

Origen, In Jeremiam (Homiliae 12-20), Ὁμιλία ιη΄. Εἰς τὸ »ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ἱερεμίαν λέγων· ἀνάστηθι καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ κεραμέως« μέχρι τοῦ »τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ συριγμόν«.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/in-jeremiam-homiliae-12-20/9.1

»Μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοί, ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου; ἢ ἐκκλινεῖ ὕδωρ βιαίως ἀνέμῳ φερόμενον; ὅτι ἐπελάθετό μου ὁ λαός μου, εἰς κενὸν ἐθυμίασαν, καὶ ἀσθενήσουσιν ἐν ταῖς ὁδοῖς αὐτῶν σχοίνους αἰωνίους τοῦ ἐπιβῆναι τρίβους οὐκ ἔχοντας ὁδὸν εἰς πορείαν, τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ σύριγμα αἰώνιον«. νιον«. διαφορὰς ὑδάτων ἐνταῦθα εἴρηκε· πρῶτον μὲν ἐν τῷ »μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοί;« δεύτερον δέ ἐν τῷ »ἢ χιὼν ἀπὸ Λιβάνου;« τρίτον δὲ ἐν τῷ »μὴ ἐκκλινεῖ ὕδωρ βιαίως ἀνέμῳ φερό- μενον;« ταῦτα τὰ τρία εἴδη τῶν ὑδάτων αἱ πηγαί εἰσι τῶν ὑδάτων, ἃς ἐπιποθεῖ ἡ ὡμοιωμένη τῷ ἐλάφῳ ψυχὴ τῶν δικαίων, ὥστ᾿ ἂν ἕκαστον εἰπεῖν· »ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός«. τίς οὖν ἔλαφος γεγένηται πολέμιος τῷ τῶν ὄφεων γένει, μηδὲν πάσχων ὑπὸ τοῦ ἰοῦ αὐτῶν, ὡς ἱστορεῖται περὶ τῆς ἐλάφου; τίς οὕτως ἐδίψησε θεὸν ὥστ᾿ ἂν εἰπεῖν· »ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ζῶντα«; τίς οὕτως ἐδίψησε τοὺς μαστοὺς τῆς πέτρας; »ἡ πέτρα δὲ ἦν ὁ Χριστός«. τίς οὕτως ἐδίψησεν ἁγίου πνεύματος ὥστ᾿ ἂν εἰπεῖν· »ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἠ ψυχή μου πρὸς σέ, ὁ θεός«; ἐὰν μὴ τὰς τρεῖς πηγὰς τῶν ὑδάτων διψήσωμεν, οὐδὲ μίαν πηγὴν τῶν ὑδάτων εὑρήσομεν. ἔδοξαν δεδιψηκέναι μιᾶς πηγῆς τῶν ὑδάτων, τοῦ θεοῦ, Ἰουδαῖοι· ἐπειδὴ δὲ οὐκ ἐδίψησαν τὸν Χριστὸν καὶ τὸ ἅγιον πνεῦμα, οὐκ ἔχουσι πιεῖν οὐδὲ ἀπὰ τοῦ θεοῦ. ἔδοξαν δεδιψηκέναι οἱ ἀπὸ τῶν αἱρέσεων Χριστὸν Ἰησοῦν· ἀλλ᾿ ἐπεὶ οὐκ ἐδίψησαν τὸν πατέρα, ὄντα νόμου καὶ προφητῶν θεόν, διὰ τοῦτο οὐ πίνουσιν οὐδὲ ἀπὸ Ἰησοῦ Χριστοῦ. οἱ δὲ ἕνα μὲν τηροῦντες θεόν, ἐξουδενοῦντες δὲ τὰς προφητείας οὐκ ἐδίψησαν τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐν τοῖς προφήταις, διὰ τοῦτο οὐ πίονται οὐδὲ ἀπὸ τῆς πηγῆς τῆς πατρικῆς, οὐδὲ ἀπὸ τοῦ κεκραγότος ἐν τῷ ἱερῷ καὶ εἰρηκότος· »ἐάν τις διψῇ, ἐρχέσθω πρός με καὶ πινέτω«. Οὐκ ἐκλείπουσιν οὖν »ἀπὸ πέτρας μαστοί«. ἀλλ᾿ ἐκεῖνοι »ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς«, οὐ πηγὴ ὕδατος ζωῆς ἐγκατέλιπεν αὐτούς· καὶ γὰρ ἀπ᾿ οὐδενὸς ὁ θεὸς μακρύνει ἑαυτόν, ἀλλ᾿ >οἱ μακρύνοντες ἑαυτοὺς ἀπ᾿ αὐτοῦ ἀπολοῦνται<· ἐγγίζει μᾶλλον ὁ θεός τινων καὶ ἀπαντᾷ τῷ ἐρχομένῳ πρὸς αὐτόν. ἡνίκα γοῦν ὁ υἱὸς ὁ καταφαγὼν τὴν οὐσίαν ἐπανῆλθεν, ἀπήντησεν αὐτῷ ὁ πατήρ. καὶ ἐπαγγέλλεται διὰ τῶν προφητῶν λέγων· »ἐγγιῶ αὐτοῖς ἢ ὁ χιτὼν τοῦ χρωτὸς αὐτῶν«. »θεὸς« γάρ φησιν »ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ θεὸς πόρρωθεν, λέγει κύριος«. οὐκ »ἐκλείψουσιν οὖν ἀπὸ πέτρας μαστοί«, τὰ ὕδατα τοῦ Ἰησοῦ, »ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου«, τὰ ὕδατα τὰ πατρικά. καὶ λίβανος γὰρ τὸ θυμίαμα ἱερόν ἐστι κατὰ τὸν νόμον τοῦ θεοῦ, καὶ προσφέρεται ἐπὶ τὸ θυσιαστήριον >λίβανος διαφανής, ἴσος ἴσῳ<. καὶ ὁμώνυμον τὸ ὄρος τούτῳ τῷ λιβάνῳ, καὶ ἔστι χιὼν ἀπὸ τοῦ Λιβάνου κατερχομένη, ὃν τρόπον τὸ ὕδωρ τοῦ ἁγίου πνεύματος, περὶ οὗ λέγεται· »μὴ ἐκκλινεῖ ὕδωρ βιαίως ἀνέμῳ φερόμενον;« καὶ γὰρ ἀνέμῳ φέρεται. οὐκ »ἐκκλίνει«, οὐ φεύγει τὸ ὕδωρ τοῦ ἁγίου πνεύματος, ἀλλὰ ἕκαστος ἡμῶν ἁμαρτάνων αὐτὸς φυγὰς γίνεται τοῦ πιεῖν ἀπὸ τοῦ ἁγίου πνεύματος.

---

Origenes, In Jeremiam (Homiliae 12-20), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg021.local001/.
