Ancient Greek · ~1 min
Page 300
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 300
Not analysed yet
(οὗτοι διὰ Μωϋσέως ἐκληρώθησαν τὴν γῆν, ἐπειδὴ πολλοὶ διὰ τοῦ νόμου πρὸ τῆς χάριτος ἐτελειώθησαν. Καὶ ἐπεὶ πρωτότοκος Ἰσραὴλ ὀνομάζεται), διὰ Μωυσέως οἱ πρωτότοκοι τοὺς κλήρους ἐδέξαντο, Ῥουβὴν καὶ Γὰδ καὶ Μανασσῆς. Διαβαίνουσι μέντοι καὶ οὗτοι εὔζωνοι πρὸ τῶν ἄλλων. Οἱ γὰρ ἐξ Ἰουδαίων πεπιστευκότες ἡγήσαντο τῆς τῶν ἐθνῶν σωτηρίας.