Ancient Greek
Page 308
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 308
Not analysed yet
ὥσπερ δὲ τῷ ἁμαρτωλῷ πᾶσα ἡ κτίσις πολεμεῖ, ὡς ἐπὶ τῶν Αἰγυπτίων, οὕτω γίνεται πάντα τῷ δικαίῳ βατὰ Ἐρυθρὰν διοδεύοντι θάλατταν καὶ τὴν ἔρημον, τὴν πολλὴν τὴν ἐξ οὐρανοῦ χορηγουμένῳ τροφήν· καὶ ὁ ἀὴρ δὲ τούτῳ βατὸς κατὰ τό· «Ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀέρα». Καθόλου γὰρ ἤκουσε μὴ φοβεῖσθαι· «ἐὰν γὰρ διέλθῃς διὰ πυρός, φλὸξ οὐ κατακαύσει σε».