Ancient Greek · ~2 min
Page 394
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 394
Not analysed yet
«Καὶ Ἰησοῦς πρεσβύτερος προβεβηκὼς τῶν ἡμερῶν». Οὐχ ἁπλῶς οἱ πολυχρόνιοι λέγονται ‹πρεσβύτεροι› τῇ Γραφῇ, ἀλλ' οἱ φρόνημα ἔχοντες ἄξιον τιμῆς ἐπουρανίου πρεσβυτερίου. Τοιγαροῦν οὔτε <τὸν> Ἀδὰμ οὔτε τὸν Μαθουσάλα οὔτε τὸν Νῶε ‹πρεσβύτερον› εἴρηκεν, οὓς μᾶλλον ἐχρῆν, ἀλλὰ τὸν ὀλιγοχρονιώτερον Ἀβραὰμ πρῶτον εἶπε ‹πρεσβύτερον›. Καὶ πρὸς Μωϋσέα δέ φησι Κύριος· «ἐκλέξαι σεαυτῷ ἀπὸ παντὸς τοῦ λαοῦ πρεσβυτέρους, οὓς αὐτὸς σὺ οἶδας, ὅτι πρεσβύτεροί εἰσιν». Εἰ δέ που λέγοι τοῦτο περὶ ἁμαρτωλοῦ ἡ Γραφή, μεθ' ὑποτιμήσεώς