Ancient Greek · ~3 min
Page 415
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 415
Not analysed yet
(Πρὸς τὸ μὴ ἐκκακεῖν ἐν τῇ ἀναγνώσει τῆς θείας γραφῆς τὸν μὴ συνιέντα τὸ σκοτεινὸν τῶν ἐν αὐτῇ αἰνιγμάτων καὶ παραβολῶν. ἀπὸ τῆς κʹ ὁμιλίας τῆς εἰς τὸν Ἰησοῦν τὸν Ναυῆ): Ἡ μὲν ἄκρα ὠφέλεια ἀπὸ τῶν τοιούτων ἀναγνωσμάτων τῷ δυναμένῳ νοῆσαι τὴν ἀληθῆ κληροδοσίαν ἀπὸ Ἰησοῦ μεριζομένην τοῖς υἱοῖς Ἰσραὴλ γίνεται καὶ τῷ οἵῳ τε γενομένῳ ἀναβῆναι ἐπὶ ‹τὴν γῆν τὴν ἁγίαν›, τὴν ἀληθινήν, ‹τὴν› ὄντως ‹ἀγαθὴν› καὶ ἐφαρμόσαι ἐκ τῆς ὀνομασίας τῶν εἰρημένων τῇ διαφορᾷ τῶν κληρονομούντων τὰ κατὰ τοὺς τόπους λεγόμενα. Ἐπεὶ δὲ δύσκολόν ἐστιν εὑρεῖν τὸν οὕτως ὠφελούμενον, βουλόμεθα παραμυθήσασθαι τοὺς ἀκούοντας μὴ ἐκκακεῖν ἐπὶ ταῖς ἀναγνώσεσι. Τίς οὖν ἡ παρα-