Ancient Greek
Page 448
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 448
Not analysed yet
«Καὶ ὁ Ἀμορραῖος ὑπέμεινε τοῦ κατοικεῖν ἐν Ἑλὼμ καὶ ἐν Σαλαμείν· καὶ ἐβαρύνθη ἡ χεὶρ τοῦ Ἐφραῒμ ἐπ' αὐτούς». ‹Ἀμορραῖος› ἑρμηνεύεται ὁ λαλητὸς ἢ ὁ πικραίνων. Δῆλον δέ, ὡς οἱ πλείους τῶν ἀνθρώπων λαλοῦσι περὶ χειρόνων δυνάμεων, οὐδὲν δὲ περὶ Θεοῦ. Οἵτινες καὶ πικραίνουσιν· οἳ καὶ ‹ὑπομένουσιν οἰκεῖν› ἐν τοῖς κεκριωμένοις ἐθέλοντες, ὃ δηλοῖ τὸ ‹Ἐλώμ›, καὶ ἐν τοῖς εἰρηνικοῖς, ὃ δηλοῖ ‹Σαλήμ›, τῶν χειρόνων διὰ τῶν ‹Ἀμορραίων› σημαινομένων δυνάμεων. Καὶ ἐπεὶ τὸ ‹ὑπέμεινε› πόνον