Ancient Greek
Page 450
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 450
Not analysed yet
βάνει τὸν κλῆρον, οὐκ αὐτὸς ἑλόμενος, ἀλλὰ ‹τῶν υἱῶν Ἰσραὴλ δεδωκότων› αὐτῷ· καὶ ταῦτα Χάλεβ τοῦ σὺν αὐτῷ σωθέντος πρώτου λαβόντος τὸν κλῆρον. Καὶ ὁ εἰσαγαγὼν αὐτούς, ὁ διανείμας, ὁ πρῶτος ἐν ἅπασιν, ‹ἔσχατος› λαμβάνει, ἵνα ὄντως γένηται ‹πρῶτος›. Τοιοῦτον τό· «ταπείνου σαυτὸν ἔναντι Κυρίου καὶ εὑρήσεις χάριν», καὶ τό· «ἡγούμενόν σε κατέστησαν; μὴ ἐπαίρου· γίνου ἐν αὐτοῖς ὡς εἷς ἐξ αὐτῶν». Λαβὼν δὲ μερίδα οἰκοδομεῖ τὸν τόπον, ὃν εἴληφεν, κοσμῶν αὐτόν, ὡς ἂν ποιήσειε κλῆρον ἄξιον μερίδος Θεοῦ. Καὶ πᾶς δὲ ὁ ἀληθὴς λαὸς δίδωσι τῷ ἀληθινῷ Ἰησοῦ τόπον