Ancient Greek · ~3 min
Page 462
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 462
Not analysed yet
ποιοῦσι βωμὸν οὐ τὸν ἀληθινόν, ἀλλὰ σύμβολον· ἵνα μὴ διέλωμεν αὐτοὺς ἀπ' ἐκείνων. Ἀδελφοὶ γὰρ ἡμῶν οἱ πρὸ τῆς παρουσίας Ἰουδαῖοι καὶ τὸ ἀληθινὸν μυστήριον ᾔδεσαν ὡς οὐκ ἔχουσιν. Ἀλλ' αἱ παλαιαὶ θυσίαι τῶν ἀληθινῶν τύπος ἐτύγχανον, ὅπου ἦν Ἰησοῦς. Ἀμφότεροι τοίνυν γινόμεθα ‹μία ποίμνη, εἷς ποιμήν›. Ὡς γὰρ πάλαι ἀπέθνησκεν ὁ λαὸς καὶ ἦλθεν Ἀαρὼν καὶ ἔστη μεταξὺ τῶν τεθνηκότων καὶ τῶν ζώντων καὶ ἀπὸ τῶν λοιπῶν τὸν θάνατον ἔστησεν, οὕτως ὁ ἀληθινὸς ἀρχιερεὺς μεταξὺ τῶν τεθνηκότων καὶ τῶν ζώντων τῶν τε μέχρι τῆς παρουσίας τὸν Ἰουδαϊσμὸν τετηροκότων καὶ τῶν αὐτὸν μὴ δεξαμένων καὶ ἑαυτοὺς μᾶλλον ἢ τὸν Ἰησοῦν νεκρωσάντων, δι' ὧν ‹ἐφ' ἑαυτοὺς τὸ αἷμα› φέρειν ἐτόλμησαν Ἰησοῦ (διὸ καὶ ‹πᾶν αἷμα δίκαιον ἔφθασεν ἐπ' αὐτούς›)· μεταξὺ τοίνυν ἐλθὼν ἔστησεν