Ancient Greek · ~9 min
Chapter 23
Origen, Philocalia sive Ecloga de operibus Origenis a Basilio et Gregorio Nazianzeno facta (cap. 23, 25-27) 23.15
Not analysed yet
Ἔστω δὲ ἡμᾶς ἐπὶ τοῦ παρόντος προσίεσθαι αὐτοὺς καταλαμβάνειν τὰ ἐν τῷ τόπῳ ἀληθῆ, περὶ οὗ καὶ αὐτοῦ ὕστερον δείξομεν ὅτι οὐχ οὕτως ἔχει· πευσώμεθα τοίνυν τῶν ὑπολαμβανόντων κατηναγκάσθαι ὑπὸ τῶν ἄστρων τὰ τῶν ἀνθρώπων πράγματα, τίνα τρόπον ὁ σήμερον σχηματισμὸς ὁ τοιόσδε δύναται πεποιηκέναι τὰ πρεσβύτερα. Εἰ γὰρ τοῦτο ἀμήχανον, καθ' ὃ δὴ ὅτι εὑρίσκεται τὸ περὶ τῶν πρεσβυτέρων τοῦ χρόνου ἀληθές, σαφὲς τὸ μὴ πεποιηκέναι τοὺς ἀστέρας οὑτωσὶ κινουμένους ἐν οὐρανῷ τὰ παρεληλυθότα καὶ γενόμενα πρὸ τοῦ οὕτως ἔχειν αὐτούς. Εἰ δὲ τοῦτο, τάχα ὁ προσιέμενος ἀληθεύειν αὐτούς, ἐπιστήσας τοῖς περὶ τῶν μελλόντων λεγομένοις, ἐρεῖ ἀληθεύειν αὐτοὺς οὐ τῷ ποιεῖν τοὺς ἀστέρας ἀλλὰ τῷ σημαίνειν μόνον. Ἐὰν δέ τις φάσκῃ τὰ μὲν παρεληλυθότα μὴ ποιεῖν τοὺς ἀστέρας, ἀλλὰ ἄλλους μὲν σχηματισμοὺς τοὺς τῆς ἐκείνων γενέσεως αἰτίους γεγονέναι, τὸν δὲ νῦν σχηματισμὸν σεσημαγκέναι μόνον, τὰ μέντοι μέλλοντα δηλοῦσθαι ἀπὸ τοῦ ἐνεστηκότος σχηματισμοῦ τῆς τοῦ δεῖνος γενέσεως· παραστησάτω τὴν διαφορὰν τοῦ ἀπὸ τῶν ἀστέρων δύνασθαι δεῖξαι ὅτι τάδε μὲν νενόηται ἀληθῆ ὡς ἀπὸ ποιούντων, τάδε δὲ ὡς ἀπὸ σημαινόντων μόνον. Μὴ ἔχοντες δὲ δοῦναι τὴν διαφορὰν εὐγνωμόνως συγκαταθήσονται τῷ μηδὲν τῶν κατὰ τοὺς ἀνθρώπους ἀπὸ τῶν ἀστέρων γίνεσθαι, ἀλλ' ὡς προειρήκαμεν, εἰ ἄρα, σημαίνεσθαι· Ὡς εἰ καὶ μὴ ἀπὸ τῶν ἀστέρων τις ἐλάμβανε τὰ παρεληλυθότα καὶ τὰ μέλλοντα, ἀλλ' ἀπὸ τοῦ νοῦ τοῦ θεοῦ διά τινος λόγου προφητικοῦ. Ὥσπερ γὰρ προαπεδείξαμεν ὅτι οὐδὲν λυπεῖ τὸν περὶ τοῦ ἐφ' ἡμῖν λόγον τὸ τὸν θεὸν εἰδέναι τὰ πραχθησόμενα ἑκάστῳ, οὕτως οὐδὲ τὰ σημεῖα, ἃ ἔταξεν ὁ θεὸς εἰς τὸ σημαίνειν, ἐμποδίζει τὸ ἐφ' ἡμῖν· Ἀλλὰ παραπλησίως βιβλίῳ περιέχοντι τὰ μέλλοντα προφητικῶς ὁ πᾶς οὐρανὸς δύναται, οἱονεὶ βίβλος ὢν θεοῦ, περιέχειν τὰ μέλλοντα. Διόπερ ἐν τῇ προσευχῇ τοῦ Ἰωσὴφ δύναται οὕτω νοεῖσθαι τὸ λεγόμενον ὑπὸ τοῦ Ἰακώβ· «Ἀνέγνων γὰρ ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ ὅσα συμβήσεται ὑμῖν καὶ τοῖς υἱοῖς ὑμῶν.» Τάχα δὲ καὶ τό· «Εἱλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον»· τοὺς λόγους τοὺς περιεχομένους σημαντικοὺς τῶν ἐσομένων δηλοῖ ἀπαρτισθησομένους καί, ἵν' οὕτως εἴπω, πληρωθησομένους, ὥσπερ λέγονται καὶ αἱ προφητεῖαι πεπληρῶσθαι τῷ ἐκβεβηκέναι. Καὶ οὕτως ἔσται εἰς σημεῖα τὰ ἄστρα γεγονότα, κατὰ τὴν λέγουσαν φωνήν· «Ἔστωσαν εἰς σημεῖα.» Ὁ δὲ Ἱερεμίας ἐπιστρέφων ἡμᾶς πρὸς ἑαυτοὺς καὶ περιαιρῶν φόβον τὸν ἐπὶ τοῖς νομιζομένοις σημαίνεσθαι, τάχα δὲ καὶ ὑπολαμβανομένοις ἐκεῖθεν ἔρχεσθαι, φησίν· «Ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε.»