# Philocalia sive Ecloga de operibus Origenis a Basilio et Gregorio Nazianzeno facta (cap. 23, 25-27) 23.18

Origen, Philocalia sive Ecloga de operibus Origenis a Basilio et Gregorio Nazianzeno facta (cap. 23, 25-27), Chapter 23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/philocalia-sive-ecloga-de-operibus-origenis-a-basilio-et-gregorio-nazianzeno-fac/23.18

Φέρεται δὴ θεώρημα ἀποδεικνύον τὸν ζωδιακὸν κύκλον ὁμοίως τοῖς πλανωμένοις φέρεσθαι ἀπὸ δυσμῶν ἐπὶ ἀνατολὰς δι' ἑκατὸν ἐτῶν μοῖραν μίαν, καὶ τοῦτο τῷ πολλῷ χρόνῳ ἐναλλάττειν τὴν θέσιν τῶν δωδεκατημορίων· ἑτέρου μὲν τυγχάνοντος τοῦ νοητοῦ δωδεκατημορίου, ἑτέρου δὲ τοῦ ὡσανεὶ μορφώματος· τὰ δὲ ἀποτελέσματά φασιν εὑρίσκεσθαι οὐκ ἐκ τοῦ μορφώματος, ἀλλ' ἐκ τοῦ νοητοῦ ζῳδίου· ὅπερ οὐ πάνυ τι δυνατὸν καταλαμβάνεσθαι. Ἔστω δὴ καὶ τοῦτο συγκεχωρημένον, τὸ καταλαμβάνεσθαι τὸ νοητὸν δωδεκατημόριον, ἢ δύνασθαι ἐκ τοῦ αἰσθητοῦ δωδεκατημορίου λαμβάνεσθαι τὸ ἀληθές, ἀλλὰ τήν γε σύγκρασιν παρ' αὐτοῖς καλουμένην τῶν ἐν τοῖσδε τοῖς σχηματισμοῖς τυγχανόντων καὶ αὐτοὶ ὁμολογήσουσιν οὐχ οἷοί τε σῶσαι κατ' ἀξίαν, ἀμαυρουμένου τοῦ δηλουμένου φέρε εἰπεῖν χείρονος ἀπὸ τοῦδε, διὰ τὸ ἐπιβλέπεσθαι αὐτὸν ὑπὸ τοῦδε τοῦ κρείττονος, καὶ ἐπὶ τοσόνδε ἢ τοσόνδε ἀμαυρουμένου· πολλάκις πάλιν τῆς ἀμαυρώσεως τῆς τοῦ χείρονος ὑπὸ τῆς ἐπιβλέψεως τῆς τοῦ κρείττονος ἐμποδιζομένης, ἐκ τοῦ ἕτερον οὑτωσὶ ἐσχηματίσθαι, χειρόνων ὄντα σημαντικόν. Καὶ οἶμαι ἐπιστήσαντά τινα τοῖς τόποις ἀπογνῶναι τὴν περὶ τούτων κατάληψιν, οὐδαμῶς ἀνθρώποις ἐκκειμένην, ἀλλ' εἰ ἄρα μέχρι τοῦ σημανθῆναι μόνον φθάνουσαν. Εἰ δέ τις ἐν πείρᾳ γεγένηται τῶν πραγμάτων, μᾶλλον εἴσεται τὸ ἐν τῷ στοχάζεσθαι ἀποπτωτικὸν τῶν λεγόντων καὶ αὐτῶν τῶν συγγραψαμένων, ἤπερ νομιζόμενον ἐπιτευκτικόν. Καὶ Ἠσαΐας γοῦν, ὡς οὐ δυναμένων τούτων εὑρίσκεσθαι ὑπὸ ἀνθρώπων, φησὶ πρὸς τὴν θυγατέρα τῶν Χαλδαίων τῶν ταῦτα μάλιστα παρὰ πάντας ἐπαγγελλομένων· «Στήτωσαν καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι.» Διὰ γὰρ τούτων διδασκόμεθα μὴ δύνασθαι τοὺς πάνυ περὶ ταῦτα φιλομαθεῖς προδηλοῦν, ἃ βεβούληται κύριος ἑκάστῳ ἔθνει ἐπαγαγεῖν.

---

Origenes Theol., Philocalia sive Ecloga de operibus Origenis a Basilio et Gregorio Nazianzeno facta (cap. 23, 25-27). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg020.local001/.
