Ancient Greek
Chapter 23
Origen, Philocalia sive Ecloga de operibus Origenis a Basilio et Gregorio Nazianzeno facta (cap. 23, 25-27) 23.19
Not analysed yet
Νῦν γάρ, ὡς πρὸς τὴν λέξιν, τὸ προφητικὸν ἐξειλήφαμεν. Εἰ δέ φησιν ὁ Ἰακὼβ ἀνεγνωκέναι ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ τὰ συμβησόμενα τοῖς υἱοῖς αὐτοῦ, καὶ ὅσον ἐπὶ τούτῳ ἀντιλέγοι τις ἂν ἡμῖν ὅτι ἐναντία οἷς εἰρήκαμεν δηλοῦται διὰ τῆς γραφῆς· ἐλέγομεν γὰρ ἄνθρωπον ἀκαταλήπτως ἔχειν τῶν σημείων, ὁ δὲ Ἰακώβ φησιν ἀνεγνωκέναι ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ· ἀπολογησόμεθα ὅτι οἱ καθ' ἡμᾶς σοφοί, πνεύματι περισσοτέρῳ χρησάμενοι τῆς ἀνθρωπίνης φύσεως, οὐκ ἀνθρωπίνως θείως δὲ διδάσκονται τὰ ἀπόρρητα· ὥσπερ ὁ Παῦλος, λέγων· «Ἤκουσα ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.» Ἴσασι γὰρ «τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν, ἐνιαυτῶν κύκλους καὶ ἀστέρων θέσεις», οὐκ ἀπ' ἀνθρώπων οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ τοῦ πνεύματος ἀποκαλύπτοντος αὐτοῖς καὶ καθαρῶς, ὡς θέλει ὁ θεός, τὰ θεῖα ἀπαγγέλλοντος. Καὶ ἄλλως δὲ ὁ Ἰακὼβ μείζων ἢ κατὰ ἄνθρωπον ἦν, πτερνίζων τὸν ἀδελφὸν αὐτοῦ, καὶ ὁμολογῶν ἐν αὐτῇ ταύτῃ τῇ βίβλῳ ἀφ' ἧς παρεθέμεθα τό· «Ἀνέγνων ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ»· εἶναι ἀρχιχιλίαρχος δυνάμεως κυρίου, καὶ ὄνομα πάλαι κεκτημένος Ἰσραήλ· ὅπερ ἐν σώματι λειτουργῶν ἀναγνωρίζει, ὑπομιμνήσκοντος αὐτὸν τοῦ ἀρχαγγέλου Οὐριήλ.