Ancient Greek · ~6 min
Chapter 23
Origen, Philocalia sive Ecloga de operibus Origenis a Basilio et Gregorio Nazianzeno facta (cap. 23, 25-27) 23.2
Not analysed yet
Ἐὰν δέ τινες αὐτῶν, ὡς ἀπολογούμενοι περὶ θεοῦ, ἕτερον μὲν εἶναι λέγωσι τὸν ἀγαθόν, οὐδενὸς τούτων ἔχοντα τὴν ἀρχήν, τῷ δὲ δημιουργῷ πάντα τὰ τοιαῦτα προσάπτωσι· πρῶτον μὲν οὐδ' ὣς ὃ βούλονται δυνήσονται ἀποδεικνύναι, ὅτι ἐστὶ δίκαιος· πῶς γὰρ ὁ τοσούτων κακῶν κατ' αὐτοὺς πατὴρ εὐλόγως δογματίζοιτο δίκαιος; Δεύτερον δέ, περὶ ἑαυτῶν τί φήσουσιν, ἐξεταστέον· πότερον ὑπόκεινται τῇ φορᾷ τῶν ἀστέρων, ἢ ἠλευθέρωνται καὶ ἐν τῷ βίῳ τυγχάνοντες οὐδὲν ἐνεργούμενον εἰς ἑαυτοὺς ἔχουσιν ἐκεῖθεν; Εἰ μὲν γὰρ φήσουσιν ὑποκεῖσθαι τοῖς ἄστροις, δῆλον ὅτι τὰ ἄστρα τὸ νοηθῆναι αὐτοῖς τοῦτο ἐχαρίσατο, καὶ ὁ δημιουργὸς ὑποβεβληκὼς ἔσται διὰ τῆς τοῦ παντὸς κινήσεως τὸν λόγον τὸν περὶ τοῦ ἀνωτέρω ἀναπεπλασμένου θεοῦ, ὅπερ οὐ βούλονται. Εἰ δὲ ἀποκρινοῦνται ὅτι ἔξω τυγχάνουσι τῶν νόμων τοῦ δημιουργοῦ τῶν κατὰ τοὺς ἀστέρας, ἵνα μὴ ἀπόφασις ᾖ τὸ λεγόμενον ὑπ' αὐτῶν ἀναπόδεικτος, πειραθήτωσαν ἡμᾶς προσάγειν ἀναγκαστικώτερον, διαφορὰν παριστάντες νοῦ τινος ὑποκειμένου γενέσει καὶ εἱμαρμένῃ, καὶ ἑτέρου ἀπὸ τούτων ἐλευθέρου· δῆλον γάρ ἐστι τοῖς εἰδόσι τοὺς τοιούτους, ὅτι λόγον ἀπαιτηθέντες διδόναι αὐτὸν οὐδαμῶς δυνήσονται. Πρὸς δὲ τοῖς εἰρημένοις καὶ εὐχαὶ παρέλκουσι μάτην παραλαμβανόμεναι· εἰ γὰρ κατηνάγκασται τάδε τινὰ γενέσθαι, καὶ οἱ ἀστέρες ποιοῦσιν, οὐδὲν δὲ παρὰ τὴν τούτων πρὸς ἀλλήλους ἐπιπλοκὴν δύναται γενέσθαι, θεὸν ἀλογίστως ἀξιοῦμεν τάδε τινὰ ἡμῖν δωρεῖσθαι. Καὶ τί ἐπὶ πλεῖον μηκύνειν τὸν λόγον δεῖ, παριστάντα τὸ ἀσεβὲς τοῦ κατημαξευμένου ἀβασανίστως παρὰ τοῖς πολλοῖς περὶ εἱμαρμένης τόπου; αὐτάρκη γὰρ εἰς ὑπογραφὴν καὶ τὰ εἰρημένα.