Ancient Greek
Chapter 23
Origen, Philocalia sive Ecloga de operibus Origenis a Basilio et Gregorio Nazianzeno facta (cap. 23, 25-27) 23.21
Not analysed yet
Καὶ οὐχ ἁμαρτησόμεθα τὸ ἀνάλογον τοῖς ἐν τῷ νόμῳ λέγοντες ἔχειν τὸν οὐρανὸν καὶ τοὺς ἀστέρας· ἐὰν δὲ χείρονες καὶ ἕτεραι τοῦ ἀνθρώπου ἐνέργειαι ποιῶσί τινα τῶν προεγνωσμένων καὶ σημαινομένων ἐν οὐρανῷ, οὐκ ἀνάγκη καὶ αὐτὰς ἀπὸ τῶν τοῦ θεοῦ γραμμάτων ὑπομιμνησκομένας ποιεῖν ἃ ἐνεργοῦσιν· ἀλλ' ὥσπερ ἄνθρωποι ἀδικοῦντες, οὐ μανθάνοντες προεγνωκέναι τὸν θεὸν τὸ τόνδε τινὰ ἀδικηθήσεσθαι ὑπ' αὐτῶν, ἐνεργοῦσι τὸ ἀδικεῖν ἐκ τῆς ἑαυτῶν πονηρίας· οὕτως αἱ ἀντικείμεναι δυνάμεις, τοῦ θεοῦ τὴν κακίαν τῶν τὰ μοχθηρὰ βουλομένων ἀνθρώπων καὶ δυναμέων προεγνωκότος, τῇ ἰδίᾳ αἰσχίστῃ ἐπιτελοῦσι προαιρέσει. Οἱ μέντοι ἱεροὶ ἄγγελοι, τὰ λειτουργικὰ πνεύματα τὰ εἰς διακονίαν ἀποστελλόμενα, εἰκὸς ὅτι, ὡς ἀπὸ νόμου θεοῦ γεγραμμένων τὰ προστάγματα λαμβάνοντες, τεταγμένως καὶ ὅτε δεῖ καὶ ὡς δεῖ καὶ ὅσον δεῖ ποιοῦσι τὰ κρείττονα· ἄτοπον γὰρ αὐτοὺς θείους ὄντας ἀποκληρωτικῶς καὶ <οὐχ> ὡρισμένως ἔρχεσθαι ἐπὶ τὸ φέρ' εἰπεῖν χρηματίσαι τι τῷ Ἀβραάμ, καὶ ποιῆσαί τι τῷ Ἰσαάκ, καὶ ῥύσασθαι ἐκ κινδύνου τὸν Ἰακώβ, ἢ ἐπιστῆναι τῷ πνεύματι τοῦδε τοῦ προφήτου. Ἵνα οὖν μὴ ἀποκληρωτικῶς μηδὲ κατὰ συντυχίαν τοῦτο πράττωσιν, ἀναγινώσκουσι τὴν βίβλον τοῦ θεοῦ· καὶ οὕτως ποιοῦσι τὰ αὐτοῖς ἐπιβάλλοντα. Ὡς προείπομεν δέ, ἡμεῖς ἃ ποιοῦμεν, ἢ αἱ ἀντικείμεναι ἐνέργειαι ἃ ἐπιτελοῦσιν εἰς ἡμᾶς, ἰδίᾳ προαιρέσει ποιοῦμεν· ἀτάκτῳ μέν, ὅτε ἁμαρτάνομεν· πεπαιδευμένῃ δέ, οὐκ ἄτερ ἀγγέλων οὐδὲ θείων γραμμάτων οὐδὲ ὑπηρετῶν ἁγίων, ὅτε θεῷ εὐάρεστα πράττομεν.