# Philocalia sive Ecloga de operibus Origenis a Basilio et Gregorio Nazianzeno facta (cap. 23, 25-27) 23.22

Origen, Philocalia sive Ecloga de operibus Origenis a Basilio et Gregorio Nazianzeno facta (cap. 23, 25-27), Chapter 23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/philocalia-sive-ecloga-de-operibus-origenis-a-basilio-et-gregorio-nazianzeno-fac/23.22

Καὶ ὁ πατήρ· Σύγγνωθί μοι, τέκνον· οἱ μὲν γὰρ χθές σου λόγοι ἀληθεῖς ὄντες συνελογίσαντό με συνθέσθαι σοι· ἡ δὲ ἐμὴ συνείδησις μικρά με ὥσπερ πυρετοῦ ἔλλειμμα πρὸς ἀπιστίαν βραχέα βασανίζει· σύνοιδα γὰρ ἐμαυτῷ τὰ τῆς γενέσεως πάντα μοι ἀποτελεσθέντα. Κἀγὼ ἀπεκρινάμην· Συννόησόν μοι, πάτερ, οἵαν φύσιν ἔχει τὸ μάθημα, ἐξ ὧν ἐγώ σοι συμβουλεύω. Μαθηματικῷ συμβαλών, εἰπὲ πρῶτον αὐτῷ ὅτι Τάδε μοι φαῦλα ἐν τῷδε τῷ χρόνῳ γέγονεν· ἐκ τίνος ἄρα μοι τῶν ἀστέρων γέγονε μαθεῖν ἤθελον. Καὶ ἐρεῖ σοι ὅτι τοὺς χρόνους κακοποιὸς διεδέξατο Ἄρης ἢ Κρόνος, ἢ τούτων τις ἀποκαταστατικὸς ἐγένετο, ἢ τὸν ἐνιαυτὸν τοῦτόν τις ἐπεθεώρησεν ἐκ τετραγώνου ἢ διαμέτρου ἢ συνὼν ἢ κεκεντρωμένος ἢ παρὰ αἵρεσιν. Ὅμως καὶ ἄλλα μυρία εἰπεῖν ἔχει. Πρὸς τούτοις δὲ ἢ ἀγαθοποιὸς κακῷ σύνδετος ἦν ἢ ἀνεπιθεώρητος ἢ ἐν σχήματι ἢ παρὰ αἵρεσιν ἢ ἐν ἐκλείψει ἢ ἀνεπισύναφος ἢ ἐν ἀμαυροῖς ἄστροις. Καὶ ὅμως πολλῶν προφάσεων οὐσῶν πρὸς ἃ ἤκουσε τὰς ἀποδείξεις παρασχεῖν ἔχει. Μετὰ τοῦτον οὖν τὸν μαθηματικὸν ἑτέρῳ προσελθὼν τὰ ἐναντία εἰπέ· ὅτι Τόδε μοι ἀγαθὸν ἐν τῷδε τῷ χρόνῳ γέγονε· σὺ δὲ τὸν χρόνον τὸν αὐτὸν λέγε· ἀπαίτει δὲ ἐκ τίνος ἄρα τῆς γενέσεως τοῦτο γέγονε. Καὶ ὅμως ὡς προεῖπον ἔχει, σοῦ καταψευσαμένου, αὐτὸς ἐκ πολλῶν σχημάτων ἕν τι εὑρεῖν σχῆμα καὶ δεύτερον καὶ τρίτον καὶ πλείονα, ὡς αὐτὸ τὸ ἐνεργῆσαν ὅθεν τὰ ἀγαθὰ ἐρεῖ γεγενῆσθαι. Ἀδύνατον γὰρ ἐν πάσῃ γενέσει ἀνθρώπων μὴ ἐν πάσῃ ὥρᾳ τῶν ἀστέρων τοὺς μὲν καλῶς κεῖσθαι τοὺς δὲ κακῶς· κύκλος γὰρ ἔστιν ἰσομερής, ποικίλος, ἀπείρους ἔχων τὰς προφάσεις πρὸς ἃς ἕκαστος εἰπεῖν ἔχει ὃ θέλει. Ὅνπερ γὰρ τρόπον ἐπὶ τῶν λοξῶν ὀνείρων ἐνίοτε οὐδὲν νοοῦμεν, ἀποβάντων δὲ οἰκειοτάτην προσφέρομεν ἐπίλυσιν· οὕτως καὶ τὸ μάθημα πρὸ τοῦ τι ἀποτελεσθῆναι οὐδὲν σαφὲς ἡμῖν μηνῦσαι δύναται, μετὰ δὲ τὴν τοῦ γενομένου ἱστορίαν τότε πρόδηλος ἡ τῆς ἐκβάσεως αἰτία φαίνεται. Πολλάκις μὲν οὖν οἱ προλέγοντες πταίουσι, καὶ μετὰ τὴν ἔκβασιν ἑαυτοὺς μέμφονται λέγοντες ὅτι Τόδε ἦν τὸ ποιῆσαν, καὶ οὐκ εἴδομεν. Τὸ μὲν οὖν καὶ τοὺς πάνυ ἐπιστήμονας πταίειν γίνεται διὰ τὸ μὴ εἰδέναι, ὡς χθὲς ἔφην, ποῖα πάντως τῆς γενέσεως αἴτια γίνεται, ποῖα δὲ οὐ πάντως, καὶ ποῖα πάντως ποιῆσαι ἐπιθυμοῦμεν, οὐ πάντως δὲ ποιοῦμεν. Ὅτι ἥδε ἡ αἰτία ἡμῖν τοῖς τὸ μυστήριον μεμαθηκόσι σαφές ἐστιν· ὅτι, ἐλεύθερον ἔχοντες λογισμὸν <ἐνίοτε συγχωρήσαντες τῇ ἐπιθυμίᾳ ἡττήμεθα,> ἐνίοτε ἐπέχειν ταύτην βουλευσάμενοι νενικήκαμεν. Οἱ δὲ ἀστρολόγοι, τοῦτο αὐτὸ τὸ μυστήριον οὐκ εἰδότες, περὶ πάσης προαιρέσεως ἀποφηνάμενοι ἐξ ἀρχῆς, πταίσαντες τοὺς κλιμακτῆρας ἐπενόησαν, εἰς ἀδηλότητα ποιούμενοι τὴν προαίρεσιν, ὡς χθὲς ἐπεδείξαμεν. Σὺ δὲ τοῦ λοιποῦ πρὸς ταῦτα εἴ τι ἔχεις εἰπεῖν, λέγε. Καὶ ὁ πατὴρ ὀμόσας ἀπεκρίνατο μηδὲν τούτων ἀληθέστερον εἶναι, ὧν εἶπες.

---

Origenes Theol., Philocalia sive Ecloga de operibus Origenis a Basilio et Gregorio Nazianzeno facta (cap. 23, 25-27). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg020.local001/.
