# Philocalia sive Ecloga de operibus Origenis a Basilio et Gregorio Nazianzeno facta (cap. 23, 25-27) 26.1

Origen, Philocalia sive Ecloga de operibus Origenis a Basilio et Gregorio Nazianzeno facta (cap. 23, 25-27), Chapter 26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/philocalia-sive-ecloga-de-operibus-origenis-a-basilio-et-gregorio-nazianzeno-fac/26.1

Πολλῆς παρὰ τοῖς ἀνθρώποις ζητήσεως τυγχανούσης περὶ τοῦ τίνα τὰ ἀγαθὰ καὶ τίνα τὰ κακά· καί τινων μὲν ἀπροαίρετα λεγόντων εἶναι τὰ ἀγαθὰ καὶ τὰ κακά, ὡσπερεὶ τὴν ἡδονὴν ἀγαθὸν ἀποφαινομένων, κακὸν δὲ τὸν πόνον· ἑτέρων δὲ ἐν μόνοις προαιρετικοῖς κατακλειόντων τὰ ἀγαθὰ καὶ τὰ κακά, καὶ τὰς μὲν ἀρετὰς καὶ τὰς κατ' αὐτὰς πράξεις μόνας ἀγαθὰ λεγόντων, τὰς δὲ κακίας καὶ τὰς κατὰ κακίαν ἐνεργείας κακά· τρίτων δὲ ὄντων τῶν μιγνύντων, καὶ ἅμα ἐν προαιρετικοῖς καὶ ἀπροαιρέτοις λεγόντων εἶναι τὰ ἀγαθὰ καὶ τὰ κακά· εἰκότως ὑπὸ τῶν πιθανοτήτων περιελκόμενοι οἱ πολλοὶ τῶν πιστευόντων φιλομαθοῦντες εἰς τὸν περὶ ἀγαθῶν τόπον λέγοιεν ἂν τό· «Τίς δείξει ἡμῖν τὰ ἀγαθά;» Ὅτι μὲν οὖν ἐν προαιρετικοῖς ἐστὶν ἡ τῶν ἀγαθῶν φύσις, πᾶς ὁστισοῦν ἀποδεχόμενος τὸν περὶ κρίσεως τόπον ἀδιστάκτως ὁμολογήσαι ἄν· ἀγαθὸν γάρ φησιν εἶναι ἐφ' ᾧ ἀκούσεταί τις τό· «Εὖγε, ἀγαθὲ δοῦλε καὶ πιστέ· ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου»· ἀγαθὸν δὲ καὶ τὸ ἀπὸ τοῦ ἀγαθοῦ ἀνθρώπου ἐκ τῆς καρδίας αὐτοῦ προφερόμενον, ὡς ὁ σωτήρ φησιν· «Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὰ ἀγαθά.» Καὶ ἁπαξαπλῶς πᾶς καρπὸς δένδρου ἀγαθοῦ προαιρετικὸς ὢν ἀγαθόν ἐστιν· ὡς «ἀγάπη καὶ εἰρήνη καὶ χαρὰ καὶ μακροθυμία, χρηστότης τε καὶ ἀγαθωσύνη καὶ πίστις καὶ πραΰτης καὶ ἐγκράτεια»· τὰ δὲ ἐναντία τούτοις κακά. Εἰ δὲ καὶ κατὰ τὴν τοῦ Χριστοῦ διδασκαλίαν ἔστι τι ἀγαθὸν καὶ κακόν, καὶ ἐν ἀπροαιρέτοις ζητητέον· κἂν ᾖ δέ τι ἀγαθὸν ἢ κακὸν ἐν ἀπροαιρέτοις, ὡς ὕστερον ἐξετάσαντες τάχα δείξομεν, ἀλλ' οὔτι γε τὰ ἀπὸ τῶν μιγνύντων τοῖς προαιρετικοῖς τὰ ἀπροαίρετα λεγόμενα ἀγαθὰ ἂν εἴη καὶ κακά· ἐκεῖνοι γὰρ οἴονται τῶν ἀγαθῶν τὰ μὲν εἶναι περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα, τὰ δὲ ἐκτός· ὁμοίως δὲ καὶ τῶν κακῶν· καὶ περὶ ψυχὴν μέν, ἀρετὴν καὶ τὰς κατ' ἀρετὴν πράξεις, ἢ κακίαν καὶ τὰς κατὰ κακίαν πράξεις· περὶ σῶμα δέ, ὑγείαν καὶ εὐεξίαν καὶ κάλλος, ἢ νόσον καὶ καχεξίαν καὶ αἶσχος· περὶ τὰ ἐκτὸς δέ, πλοῦτον καὶ εὐγένειαν καὶ δόξαν, ἢ πενίαν καὶ δυσγένειαν καὶ ἀδοξίαν.

---

Origenes Theol., Philocalia sive Ecloga de operibus Origenis a Basilio et Gregorio Nazianzeno facta (cap. 23, 25-27). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg020.local001/.
