# Philocalia sive Ecloga de operibus Origenis a Basilio et Gregorio Nazianzeno facta (cap. 23, 25-27) 26.5.1

Origen, Philocalia sive Ecloga de operibus Origenis a Basilio et Gregorio Nazianzeno facta (cap. 23, 25-27), Chapter 26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/philocalia-sive-ecloga-de-operibus-origenis-a-basilio-et-gregorio-nazianzeno-fac/26.5.1

Πῶς δὲ οὐκ ἠλίθιον ἐπὶ τοῖς κακοῖς μέγα φρονεῖν καὶ αὐχεῖν τοὺς ὄντας ἐν αὐτοῖς; Εἰ γὰρ κακαὶ αἱ θλίψεις, φησὶ δὲ ὁ ἀπόστολος καυχᾶσθαι ἐν ταῖς θλίψεσι, δῆλον ὅτι καυχᾶται ἐν κακοῖς· τοῦτο δὲ ἠλίθιον, καὶ ὁ ἀπόστολος οὐκ ἠλίθιος· οὐκ ἄρα κακὰ τὰ τοιάδε γυμνάσματα τοῦ ἁγίου, ὅστις ἐν παντὶ θλιβόμενος οὐ στενοχωρεῖται, ἀπορούμενος οὐκ ἐγκαταλείπεται, πειραζόμενος οὐ θανατοῦται, νομιζόμενος εἶναι πτωχὸς πολλοὺς πλουτίζει, καὶ ὑπολαμβανόμενος μηδὲν κεκτῆσθαι πάντα κατέχει· τοῦ γὰρ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. Ἔτι δὲ ἕπεται τοῖς ὑπολαμβάνουσι κατὰ τὴν γραφὴν τρία γένη τῶν ἀγαθῶν εἶναι, δῆλον δὲ ὅτι καὶ τῶν κακῶν, τοὺς δικαίους ἀεὶ ἐν πολλοῖς κακοῖς εἶναι· ἀληθευούσης τῆς λεγούσης προφητείας· «Πολλαὶ αἱ θλίψεις τῶν δικαίων.» Οὐκ ἄκαιρον δὲ καὶ τῶν τῷ Ἰὼβ συμβεβηκότων ὑπομνῆσαι τοὺς οἰομένους τάδε τινὰ κακὰ εἶναι· ᾧ ὁ χρηματισμὸς μετὰ τὸ ἐνεγκεῖν γενναιότατα τοὺς περιστάντας ἀγῶνάς φησιν· «Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος;» Εἰ γὰρ οὐκ ἄλλως ἀναφαίνεται ὁ Ἰὼβ δίκαιος ἢ ἐκ τοῦ τάδε τινὰ καὶ τάδε αὐτῷ συμπτώματα γεγονέναι, πῶς ἂν αὐτῷ κακὰ λέγοιμεν ὑπάρχειν τὰ αἴτια τοῦ ἀναφῆναι αὐτοῦ τὴν δικαιοσύνην; Ἑπόμενα δ' ἂν τούτοις εἴη, μηδὲ τὸν διάβολον τῷ ἁγίῳ κακὸν τυγχάνειν. Τῷ γοῦν Ἰὼβ ὁ διάβολος κακὸν οὐκ ἦν· ἐπεὶ «τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν ὁ θεός, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν». Ἔτι δὲ πρὸς τούτοις παρὰ τὸ ἐναργὲς εἶναί φαμεν τὸ τὸν δίκαιον ἐν ταῖς κατὰ τὸ ῥητὸν εὐλογίαις ἔσεσθαι τῶν ἐν ταῖς γραφαῖς ἐγκειμένων νομιζομένων ἀγαθῶν· πολλὴ γὰρ ἱστορία ἡ περὶ τοῦ ἁγίου ἐξεταζομένη ἐναντιοῦται ταῖς τοιαύταις ἐκδοχαῖς. Καὶ ἀνόητόν ἐστι τὸ ὑπολαμβάνειν δανειστὴν τὸν ἅγιον ἔσεσθαι, πολλῶν ἐθνῶν τραπέζας κατὰ πόλιν ἀνοίγοντα, καὶ περισπώμενον περὶ τὰς δόσεις καὶ λήψεις, καὶ ποιοῦντα πράγματα ἀπηγορευμένα· «Τὸ ἀργύριον γὰρ αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ ὁ δίκαιος καὶ δῶρα ἐπ' ἀθώοις οὐκ ἔλαβε»· καί· «Ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα.» Καὶ κατὰ τὸν Ἰεζεκιὴλ ὁ ἅγιος ἐπὶ τόκῳ καὶ πλεονασμῷ οὐκ ἔδωκε τὸ ἀργύριον. Τὸ δὲ καὶ πυρετὸν νομίζειν διὰ τὰς ἁμαρτίας γίνεσθαι ἀπαιδεύτων εἰς ὑπερβολήν ἐστι δόγμα, πολλάκις τῶν αἰτίων τῆς τοιᾶσδε νόσου προδήλων ὄντων· ἢ γὰρ διὰ τὸ περιέχον ἢ διὰ τοιάδε ὕδατα ἢ τοιάσδε τροφάς. Καὶ εἰ ἆθλα τοῖς δικαίοις ὑγεία καὶ πλοῦτος, ἐχρῆν μηδένα τῶν ἀσεβῶν ὑγιαίνειν μηδὲ πλουτεῖν. Ὑγείαν δὲ τὴν τοιάνδε κατάστασιν τῆς ψυχῆς ζητητέον, καὶ πλοῦτον τὸν κατὰ Σολομῶντα λύτρον τυγχάνοντα τῆς ψυχῆς, λέγοντα· «Λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος»· φευκτέον δὲ πενίαν, καθ' ἣν ἀναγέγραπται· «Πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν.» Ἔτι δὲ τραύματα καὶ μώλωπας καὶ νόσους ἐκληπτέον τὰ γινόμενα διὰ τὴν κακίαν ταῖς ἀπροσεκτούσαις ψυχαῖς· περὶ ὧν καὶ ὁ προφήτης μέμφεται τοὺς ἐν τοῖς τοιούτοις τυγχάνοντας, λέγων· «Ἀπὸ ποδῶν ἕως κεφαλῆς οὔτε τραῦμα οὔτε μώλωψ οὔτε πληγὴ φλεγμαίνουσα· οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους.»

---

Origenes Theol., Philocalia sive Ecloga de operibus Origenis a Basilio et Gregorio Nazianzeno facta (cap. 23, 25-27). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg020.local001/.
