Ancient Greek
Chapter 27
Origen, Philocalia sive Ecloga de operibus Origenis a Basilio et Gregorio Nazianzeno facta (cap. 23, 25-27) 27.12
Not analysed yet
«Σὺ δὲ ἐρεῖς τῷ Φαραώ· τάδε λέγει κύριος· υἱὸς πρωτότοκός μου Ἰσραήλ· εἶπα δέ σοι· ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσῃ· εἰ δὲ μὴ βούλει ἐξαποστεῖλαι αὐτόν, ὅρα οὖν, ἐγὼ ἀποκτενῶ τὸν υἱόν σου τὸν πρωτότοκον.» Λεκτέον οὖν τοῖς φάσκουσι δικαίου ταῦτα εἶναι θεοῦ, καὶ ὑπολαμβάνουσι κατὰ τὸ πρόχειρον τῆς λέξεως ἐσκληρύνθαι τὴν καρδίαν Φαραώ· πῶς δίκαιος ὁ σκληρύνας τε τὴν καρδίαν τοῦ βασιλέως ἵνα μὴ ἐξαποστείλῃ τὸν λαὸν αὐτοῦ, καὶ ἀπειλῶν εἰ μὴ ἀπολύσει ἀποκτεῖναι τὸν πρωτότοκον αὐτοῦ υἱόν; Θλιβόμενοι γὰρ πονηρὸν αὐτὸν ὁμολογήσουσιν. Εἶτα πάλιν ἀπὸ ἑτέρων ἀνατραπήσονται καὶ συναχθήσονται εἰς τὸ μὴ τῇ προχείρῳ λέξει δουλεύειν, οὐ δυναμένῃ κατ' αὐτοὺς σῶσαι τὸ δίκαιον τοῦ δημιουργοῦ. Ἅπαξ δὲ ἐὰν συναναγκασθῶσι βεβιασμένως ταῦτα ἐξετάζειν, ἀναβήσονται ἐπὶ τὸ μηκέτι κατηγορεῖν τοῦ δημιουργοῦ ἀλλὰ φάσκειν αὐτὸν εἶναι ἀγαθόν. Πευστέον οὖν τῶν οἰομένων νενοηκέναι τό· «Ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραώ»· πότερον ἀληθῶς ταῦτα λέγεσθαι πιστεύουσιν ὑπὸ τοῦ θεοῦ διὰ Μωσέως ἐνθουσιῶντος ἢ ψευδῶς. Εἰ μὲν γὰρ ψευδῶς, οὔτε δίκαιος ἔτι κατ' αὐτοὺς ὁ θεὸς οὔτε ἀληθής, καὶ ὅσον ἐπὶ τούτοις οὐδὲ θεός· εἰ δ' ἀληθῶς, κατανοείτωσαν εἰ μὴ ὡς αὐτεξούσιον αἰτιᾶται λέγων· «Εἰ δὲ μὴ βούλει ἐξαποστεῖλαι αὐτόν»· καὶ ἀλλαχοῦ· «Ἕως τίνος οὐ βούλει ἐντραπῆναί με;» Τὸ γάρ· «Ἕως τίνος οὐ βούλει ἐντραπῆναί με;» δυσωπητικῶς λέγεται πρὸς τὸν Φαραώ, ὡς οὐκ ἐντρεπόμενον οὐ παρὰ τὸ μὴ δύνασθαι ἀλλὰ παρὰ τὸ μὴ βούλεσθαι. Καὶ τὸ λεγόμενον δὲ ἀνωτέρω παρὰ Μωσέως πρὸς Φαραώ· «Ἵνα γνῷς ὅτι τοῦ κυρίου ἡ γῆ· καὶ σὺ καὶ οἱ θεράποντές σου ἐπίσταμαι ὅτι οὐδέπω πεφόβησθε τὸν κύριον»· δηλοῖ ὅτι φοβηθήσονται· ὅπερ ἁρμόζει πρὸς τοὺς ἑτεροδόξους περί τε ἀγαθότητος θεοῦ καὶ τοῦ μὴ εἶναι ἀπολλυμένην φύσιν.