Ancient Greek · ~8 min
Chapter 27
Origen, Philocalia sive Ecloga de operibus Origenis a Basilio et Gregorio Nazianzeno facta (cap. 23, 25-27) 27.8
Not analysed yet
Ἵνα δὲ μᾶλλον προσιώμεθα τὰ λεγόμενα, καὶ ἀπὸ τῆς καινῆς διαθήκης παραπλησίοις ῥητοῖς χρηστέον, τοῦ μὲν σωτῆρος λέγοντος· «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ εἴθε ἤδη ἐκάη»· οὐκ ἂν γάρ, μὴ σωτηρίου ὄντος τοῦ πυρὸς ὃ ἦλθε βαλεῖν ἐπὶ τὴν γῆν, καὶ ἀνθρώποις γε σωτηρίου, ἔλεγε ταῦτα ὁ τοῦ ἀγαθοῦ θεοῦ υἱός. Ἀλλὰ καὶ ὁ Πέτρος ἀνελὼν τῷ λόγῳ τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν, ἁμαρτήσαντας ἐν τῷ ψεύδεσθαι οὐκ ἀνθρώποις ἀλλὰ τῷ κυρίῳ, οὐ μόνον πεφροντικὼς τῆς οἰκοδομῆς τῆς τῶν ἐκ τοῦ ὁρᾷν τὸ γεγενημένον εὐλαβεστέρων ἐσομένων εἰς τὴν Χριστοῦ πίστιν, ἀλλὰ καὶ τῶν ἀποθνῃσκόντων· βουλόμενος αὐτοὺς κεκαθαρμένους τῷ αἰφνιδίῳ θανάτῳ καὶ παρὰ προσδοκίαν ἀπαλλάξαι τοῦ σώματος, ἔχοντάς τι καὶ δικαιώσεως, ἐπεὶ κἂν τὸ ἥμισυ τῶν ὑπαρχόντων δεδώκασιν εἰς τὴν χρείαν τῶν δεομένων. Καὶ Παῦλος δὲ «τὸν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ» τῷ λόγῳ τυφλῶν διὰ τῶν πόνων ἐπιστρέφει εἰς τὴν θεοσέβειαν, λέγων αὐτῷ· «Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς κυρίου τὰς εὐθείας; Καὶ νῦν ἔσῃ τυφλός, μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ.» Ποίου γὰρ καιροῦ, ἢ τοῦ ὅτε ἐπιπληχθεὶς καὶ βασανισθεὶς διὰ τὰ ἁμαρτήματα ἔμελλε μετανοῶν ἄξιος γενέσθαι ἀμφοτέρως τὸν ἥλιον ἰδεῖν· καὶ κατὰ σῶμα, ἵνα ἐξαγγέληται ἡ θεία δύναμις ἐπὶ τῇ ἀποκαταστάσει τῆς ὄψεως αὐτοῦ· καὶ κατὰ ψυχήν, ὅτε ἔμελλεν ὡς πιστεύων ὄνασθαι τῆς θεοσεβείας; Ἀλλὰ καὶ Δημᾶς καὶ Ἑρμογένης, οὓς παρέδωκε τῷ Σατανᾷ «ἵνα παιδευθῶσι μὴ βλασφημεῖν», παραπλήσιόν τι πεπόνθασι τοῖς προειρημένοις. Καὶ ὁ ἐν Κορίνθῳ τὴν γυναῖκα τοῦ πατρὸς ἐσχηκὼς καὶ αὐτὸς «παραδίδοται τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου.» Οὐ θαυμαστὸν οὖν εἰ καὶ τὰ περὶ τὸν Φαραὼ τὸν σκληρυνόμενον καὶ ἐπὶ τέλει τοιαύταις κολάσεσι περιβαλλόμενον ἀπὸ ἀγαθότητος οἰκονομεῖται θεοῦ. Ταῦτα δὲ ἡμῖν ἐπὶ τοῦ παρόντος, ὡς ὑπέπεσεν, εἰρήσθω περὶ τοῦ· «Ἐσκλήρυνε δὲ κύριος τὴν καρδίαν Φαραώ.» Ἐὰν δέ τις τὸ πρὸς θεὸν εὐσεβὲς τηρῶν κρείττονα καὶ μηδαμῶς ἀσεβείας ἐφαπτόμενα εὑρίσκῃ μετὰ μαρτυριῶν τῶν ἀπὸ τῶν θείων γραφῶν, ἐκείνοις μᾶλλον χρηστέον.