Ancient Greek · ~6 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, IV.
Origen, Philocalia Εἰτα εἰτὠν τὸν το εὐαγγελιcτο coλοικιcμὀν ἐπάγετ·
Not analysed yet
2. Ἅτε δὲ οὐκ ἀσυναίσθητοι τυγχάνοντες οἱ ἀπόστολοι τῶν ἐν οἱς προσκόπτουσι, καὶ περὶ ἅ οὐκ ἠσχόληνται, φασὶν ἰδιῶται εἶναι τῷ λόγῳ, ἀλλʼ οὐ τῇ γνώσει νομιστέον γὰρ αὐτὸ οὐχ ὑπὸ Παύλου μόνον ἀλλὰ καὶ ὑπὸ τῶν λοιπῶν ἀποστόλων λέγεσθαι ἄν. ἡμεῖς δὲ καὶ τό· Ἕχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἴνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ἦ τοῦ θεοῦ καὶ μὴ ἐξ ἠμῶν· ἐξειλήφαμεν ὡς θησαυροῦ μὲν λεγομένου τοῦ ἀλλαχόσε θησαυροῦ τῆς γνώσεως καὶ σοφίας τῆς ἀποκρύφου, ὀστρακίνων δὲ σκευῶν τῆς εὐτελοῦς καὶ εὐκαταφρονήτου παρʼ Ἕλλησι λέξεως τῶν γραφῶν ἀληθῶς ὑπερβολῆς δυνάμεως τοῦ θεοῦ ἐμφαινομένης· ὅτι ἴσχυσε τὰ τῆς ἀληθείας μυστήρια καὶ ἥ δύναμις τῶν λεγομένων οὐκ ἐμποδιζομένη ὑπὸ τῆς εὐτελοῦς φράσεως φθάσαι ἕως περάτων γῆς, καὶ ὑπαγαγεῖν τῷ Χριστοῦ λόγῳ οὐ μόνον τὰ μωρὰ τοῦ κόσμου, ἀλλʼ ἔστιν ὅτε καὶ τὰ σοφὰ αὑτοῦ. βλέπομεν γὰρ τὴν κλῆσιν, οὐχ ὅτι οὐδεὶς σοφὸς κατὰ σάρκα, ἀλλʼ ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα. ἀλλὰ καὶ ὀφειλέτης ἐστὶ Παῦλος καταγγέλλων τὸ εὐαγγέλιον οὐ μόνον βαρβάροις παραδιδόναι τὸν λόγον ἀλλὰ καὶ Ἕλλησι, καὶ οὐ μόνον ἀνοήτοις τοῖς εὐχερέστερον συγκατατιθεμένοις ἀλλά καὶ σοφοῖς· ἱκάνωτο γὰρ ὑπὸ θεοῦ διάκονος εἶναι τῆς καινῆς διαθήκης, χρώμενος ἀποδείξει πνεύματος καὶ δυνάμεως, ἴνα τῶν πιστευόντων συγκατάθεσις μὴ ἦ ἐν σοφίᾳ ἀνθρώπων ἀλλʼ ἐν δυνάμει θεοῦ. ἴσως γὰρ εἰ κάλλος καὶ περιβολὴν φράσεως, ὡς τὰ παρʼ Ἕλλησι θαυμαζόμενα, εἶχεν ἡ γραφὴ, ὑπενόησεν ἄν τις οὐ τὴν ἀλήθειαν κεκρατηκέναι τῶν ἀνθρώπων, ἀλλὰ τὴν ἐμφαινομένην ἀκολουθίαν καὶ τὸ τῆς φράσεως κάλλος ἐψυχαγωγηκέναι τοὺς ἀκροωμένους, καὶ ἠπατηκὸς αὐτοὺς προσειληφέναι.