Ancient Greek · ~4 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, VII.
Origen, Philocalia Καὶ πάλι ὁμιλὶαU+03F2 ά εἰU+03F2 τὰU+03F2 ΠράξειU+03F2 Ἔαει πληρωθῆναι τὴν γραφὴν ἣν προεῖπε τὸ ἄγιον πνεῦμα διὰ U+03F2τόματοU+03F2 Δαυεὶδ περὶ Ἰούδα.
Not analysed yet
2. Ἐν ᾦ ψαλμῷ τὰ περὶ τοῦ Ἰούδα γέγραπται εἴποι τις ἂν ὅτι οὐ τὸ πυεῦμα τὸ ἄγιον λαλεῖ· σαφῶς γὰρ τοῦ σωτῆρός εἰσιν οἱ λόγοι, λέγοντος· Ὁ θεὸς τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπʼ ἐμὲ ἠνοίχθη· καὶ τὰ ἐξῆς, ἕως· Καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. πῶς οὖν, εἰ ὁ σωτήρ ἐστιν ὁ λέγων ταῦτα, φησὶν ὁ Πέτρος· Ἔδει πληρωθῆναι τὴν γραφὴν ἢν προεῖπε τὸ πνεῦμα τὸ ἄγιον διὰ στόματος Δαυείδ; μήποτε οὖν ὃ διδασκόμεθα ἐνταῦθα τοιοῦτόν ἐστι· προσωποποιεῖ τὸ πνεῦμα τὸ ἃγιον ἐν τοἲς προφήταις, καὶ ἐὰν προσωποποιήσῃ τὸν θεὸν, οὐκ ἔστιν ὁ θεός ὁ λαλῶν, ἀλλὰ τὸ ἄγιον πνεῦμα ἐκ προσώπου τοῦ θεοῦ λαλεῖ· καὶ ἐὰν προσωποποιήσῃ τὸν χριστὸν, οὐκ ἔστιν ὁ χριστὸς ὀ λαλῶν, ἀλλὰ τὸ ἄγιον πνεῦμα ἐκ προσώπου τοῦ χριστοῦ λαλεῖ. οὕτως οὖν κἂν προσωποποιήσῃ τὸν προφήτην ἢ τὸν λαὸν ἐκεῖνον ἢ τόν λαὸν τοῦτον, ἢ ὅ τι δήποτε προσωποποιεῖ, τὸ ἀγιον πνεῦμά ἐστι τὸ πάντα προσωποποιοῦν.